"Deuterosis" passages (RAK 05fe2007, for Talya Fishman)

put into rough chronological order (assuming authenticity of authorship)

6. Eusebius Theol. et Scr. Eccl., Praeparatio evangelica. {2018.001} Book 12 chapter 4 section 2 line 4
Ταῦτα ὁ Πλάτων. καὶ παρ’ Ἑβραίοις δὲ τὰς τῆς ἐνθέου γραφῆς ἱστορίας τοῖς νηπίοις τὰς ψυχὰς ἁπλούστερον ὥσπερ τινὰς μύθους ἔθος ἐστὶ παραδιδόναι, τοῖς δὲ ἐγ<γε>γυμνασμένοις τὴν ἕξιν τὰς τῶν λόγων βαθυτέρας καὶ δογματικὰς θεωρίας διὰ τῆς καλουμένης δευτερώσεως καὶ σαφηνείας τῶν λανθανόντων τοὺς πολλοὺς νοημάτων.
[Thus far Plato. 
And among the Hebrews also it is the custom to teach the histories of the inspired scripture to those who are infants with respect to souls in a very simple way just like any myths, but to those of a trained mental habit the more profound and dogmatic views of the discourses by means of the so-called "deuterosis" and clarifications of the thoughts that are unknown to the multitude.]

7. Eusebius Theol. et Scr. Eccl., Demonstratio evangelica. {2018.005} Book 6 chapter 18 section 36 line 5.
(36.)  ἱστορεῖταί γε μὴν Ὀζίας ἐν ἀρχαῖς δίκαιος γεγονέναι, εἶτα διαβέβληται ὡς ἐπαρθεὶς τῇ διανοίᾳ καὶ δι’ ἑαυτοῦ θῦσαι τῷ θεῷ τολμήσας, δι’ ὃ καὶ λέπραν αὐτῷ κατὰ τοῦ προσώπου ἀνθῆσαι. τοῦτο μὲν οὖν ἡ βίβλος τῶν Βασιλειῶν παρίστησιν· ὁ δέ γε Ἰώσηπος καὶ τὰς ἔξωθεν ἰουδαϊκὰς δευτερώσεις ἀπηκριβωκώς, ἅτε «Ἑβραῖος ἐξ Ἑβραίων» τυγχάνων, ἐπάκουσον οἷα γενέσθαι κατὰ τοὺς αὐτοῦ δηλοῖ χρόνους, λέγων ὡς ἄρα κατεπειγόντων τὸν Ὀζίαν τῶν ἱερέων «ἐξιέναι τοῦ ἱεροῦ καὶ μὴ παρανομεῖν εἰς τὸν θεόν, ὀργισθεὶς ἠπείλησεν αὐτοῖς θάνατον, εἰ μὴ τὴν ἡσυχίαν ἄξουσιν. ...
[
But Ozias is described as at first having been righteous, and then it is related that he was lifted up in mind, and dared to offer sacrifice to God himself, and that his face  became leprous in consequence. This is what the Book of Kingdoms presents [sic; see 2 Chron 26.16ff]. But Josephus also carefully studied the "outside" Judaic "deuteroseis" [pl] accurately, being a Hebrew of the Hebrews, so hear his description of the events of those times. He tells how: "Though the priests urged Ozias to go out of the Temple and not to break the law of God, he angrily threatened them with death, unless they held their peace. And meanwhile an earthquake shook the earth, and a bright light shone through a breach in the Temple, and struck the king's face, so that at once it became leprous. And before the city at the place called Eroga, the western half of the Mount was split asunder, and rolling four stadia stopped at the eastern mountain, so as to block up the royal approach and gardens." [Jos., Ant. 9.(10.4).224f; see also Amos 1.1 and Zech 14.5]

8. Eusebius Theol. et Scr. Eccl., Commentarius in Isaiam. {2018.019} Book 1 section 19 line 18
 καὶ ταῦτα συμφώνως τοῖς προαποδοθεῖσιν ἐπὶ τοὺς χρόνους ἀναφέροιτ’ ἂν <>τοῦ σωτῆρος ἡμῶν, μετὰ δὲ τὸ φονευτὰς ἀποκαλέσαι τοὺς ἐκπορνεύσαντας ἀπὸ τοῦ νυμφίου λόγου τὸ πνεῦμα τὸ ἅγιον πρὸς αὐτοὺς τείνεται φάσκον· τὸ ἀργύριον ὑμῶν ἀδόκιμον ἐπειδὴ καὶ μετὰ τὸ ἐκπορνεῦσαι καὶ φονευτὰς γενέσθαι προσεποιοῦντο θεοσεβείας λόγους ἀπαγγέλλειν καὶ τὰς θείας γραφὰς διερμηνεύειν καὶ δευτερώσεις μυθικὰς ποιεῖσθαι τῶν ἀναγνωσμάτων. ἦν αὐτῶν τὸ ἀργύριον ἀδόκιμον, δηλαδὴ ὁ Ἰουδαϊκὸς λόγος μυθικός τις ὢν καὶ γραώδης καὶ διὰ τοῦτο ἀπόβλητος. καὶ αὐτοὶ δὲ οἱ διδάσκαλοι αὐτῶν «καπηλεύοντες» τὴν διδασκαλίαν κάπηλοι προσφυῶς ὠνομάσθησαν μιγνύντες τὸν οἶνον ὕδατι,<> λόγῳ ἐξυδαροῦντι τὸν ἄκρατον καὶ τὸν στρυφνὸν καὶ ἐπιστυπτικὸν τῶν θεοπνεύστων γραφῶν νοῦν διὰ τῆς μυθικῆς αὐτῶν καὶ ληρώδους δευτερώσεως.

10. Eusebius Theol. et Scr. Eccl., Commentarius in Isaiam. {2018.019} Book 1 section 96 line 54
Ταῦτα δὲ περὶ αὐτοὺς ἔσεσθαί φησιν ὁ θεὸς μετὰ τοῦ καὶ τὴν αἰτίαν ἐπιλέγειν. ἐπειδὴ γὰρ μέχρι στόματος καὶ χειλέων τιμᾶν τὸν θεὸν προσεποιοῦντο, ἡ δὲ διάνοια αὐτῶν παρελογίζετο τὴν ἐπαγγελίαν, σέβειν μὲν αὐτὸν προσποιουμένων, προτιμώντων δὲ τῶν αὐτοῦ λόγων διδασκαλίας τινὰς καὶ ‹παραδόσεις ἀνθρώπων›, ἃς περιποιοῦσι δευτερώσεις ‹πρεσβυτέρων› τινῶν κατέχειν σεμνυνόμενοι. τούτου χάριν φησὶν ἀποκλεισθήσεσθαι αὐτοῖς τὸν νοῦν τῆς τῶν θειῶν γραφῶν καταλήψεως. καὶ ὁ πᾶς δὲ αὐτῶν λαὸς μετατεθήσεταί φησι τῆς παρ’ ἐμοὶ τιμῆς, ὡς μηκέτι εἶναι αὐτοὺς μερίδα κυρίου μηδὲ   σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. καὶ ἐπειδήπερ σοφίαν ἀνθρώπων προβάλλονται τὴν ἐμὴν μὲν ἀποστρέφοντες σοφίαν καὶ τὸν ἐμὸν λόγον, ἑτέρας δέ τινας παραδόσεις τῶν παρ’ αὐτοῖς πρεσβυτέρων, ὥσπερ τινῶν σοφῶν κατέχοντες· τούτου χάριν τὰς μὲν ἐμὰς γραφὰς οὐ συνήσουσιν.

11. Eusebius Theol. et Scr. Eccl., Commentaria in Psalmos. {2018.034} Volume 23 page 1137 line 26.
Καὶ ὁ παρὼν δὲ ψαλμὸς, τὴν ἐκ προσώπου <>αὐτῶν περιέχων ἐξομολόγησίν, φησί· Τὰ ἔτη ἡμῶν ὡς ἀράχνη ἐμελέτων. Ἄντικρυς γὰρ τὰς μελέτας τῶν Γραφῶν ἐν αἷς κατατρίβονται, καὶ τὰς δευτερώσεις, δι’ ὧν ὑφάσματά τινα διδασκαλίας δοκοῦσιν ἀπεργάζεσθαι, ἀράχνης ἀπείκασεν ἔργοις. Ἀλλὰ καὶ τὴν ζωὴν αὐτῶν μόνην φασὶν εἶναι τὴν πρόσκαιρον ἐν οʹ καὶ πʹ ἔτεσι συμπεραιουμένην. Τοῦτο δέ φασι τὴν αἰώνιον καὶ μέλλουσαν ζωὴν τὴν τοῖς θεοφιλέσιν ἐπαγγελλομένην ἀπογινώσκοντες.

12. Epiphanius Scr. Eccl., Panarion. {2021.002} Volume 1 page 206 line 8
ἡ δὲ πρόφασις τοῦ τὸν Δοσίθεον <>φρονῆσαι ταῦτα αὕτη· οὗτος συνεμίγη ἀπὸ Ἰουδαίων ὁρμώμενος εἰς τὰ τῶν Σαμαρειτῶν ἔθνη, ἐν παιδεύσει δὲ <τῇ> κατὰ τὸν νόμον προήκων δευτερώσεσί τε ταῖς παρ’ αὐτοῖς, θηρώμενος δὲ τὰ πρωτεῖα καὶ ἀποτυχὼν καὶ μὴ ἀξιωθείς τι παρὰ Ἰουδαίοις νομισθῆναι, ἐξέκλινεν εἰς τὸ Σαμαρειτικὸν γένος καὶ ταύτην τὴν αἵρεσιν προεστήσατο. ἐν σπηλαίῳ δέ που ἀναχωρῶν δι’ ὑπερβολὴν ἐθελοσοφίας,<> ματαίως καὶ ὑποκριτικῶς ἐν νηστείᾳ καρτερῶν ὡς λόγος ἔχει οὕτως ἀπέθανεν ἐν ἐνδείᾳ ἄρτου καὶ ὕδατος, ἑκουσίᾳ δῆθεν τῇ γνώμῃ.

13. Epiphanius Scr. Eccl., Panarion. {2021.002} Volume 1 page 209 line 29
 Δευτερώσεις δὲ παρ’ αὐτοῖς τέσσαρες ἦσαν· μία μὲν εἰς ὄνομα (210.) Μωυσέως τοῦ προφήτου <φερομένη>, δευτέρα δὲ εἰς τὸν διδάσκαλον αὐτῶν Ἀκίβαν οὕτω καλούμενον ἢ Βαρακίβαν· ἄλλη δὲ εἰς τὸν Ἀδδᾶν ἢ Ἄνναν τὸν καὶ Ἰούδαν· ἑτέρα δὲ εἰς τοὺς υἱοὺς Ἀσαμωναίου. ἐκ τούτων τῶν τεσσάρων δευτερώσεων ὅσα παρ’ αὐτοῖς νενόμισται οἰήσει σοφίας (ἀσοφίας δὲ τὰ πλεῖστα), αὐχεῖται καὶ ᾄδεται καὶ ἐν τάξει προκριτέας διδασκαλίας βοᾶταί τε καὶ φημίζεται.
[Now the "deuteroseis" [pl] among them are four: (1) in the name of Moses the prophet, (2) in their teaching from Akiba, also called BarAkiba; another (3) in the Adda or Anna who is also Iouda; and finally (4) in the sons of Asamwnaios. From those four "deuteroseis" [pl] such as among them produce (?) legal principles (?) of wisdom (but the majority are without wisdom), ...

15. Epiphanius Scr. Eccl., Panarion. {2021.002} Volume 1 page 459 line 26
Φάσκεις γάρ, ὦ οὗτος, τὸν νόμον τριχῆ διῃρῆσθαι καὶ τὸ μὲν ἔχειν τι ἐκ τοῦ θεοῦ, τὸ δὲ ἐκ Μωυσέως, τὸ δὲ ἐκ τῶν πρεσβυτέρων. καὶ ὅτι μὲν <ὅπερ> ἐκ τῶν πρεσβυτέρων οἴει γεγραμμένον οὐκ ἔχεις που ἀποδεῖξαι, τοῦτό ἐστι δῆλον. οὐδαμοῦ γὰρ ἐν νόμῳ ἐμφέρονται αἱ τῶν πρεσβυτέρων παραδόσεις. ἀλλὰ ἀγνοῶν καὶ τὰς βίβλους καὶ τὴν ἀλήθειαν φαντάζῃ συκοφαντῶν καὶ τὰς ἀκολουθίας ἀγνοῶν ἑκάστης ἀκριβοῦς εἰδήσεως. αἱ γὰρ παραδόσεις τῶν πρεσβυτέρων δευτερώσεις παρὰ τοῖς Ἰουδαίοις λέγονται. εἰσὶ δὲ αὗται τέσσαρες· μία μὲν ἡ εἰς ὄνομα Μωυσέως φερομένη, δευτέρα δὲ ἡ τοῦ καλουμένου Ῥαββὶ Ἀκίβα, τρίτη Ἀδδᾶ ἤτοι Ἰούδα, τετάρτη τῶν υἱῶν (460.) Ἀσαμωναίου. ἐπεὶ ποῦ ἔχεις, φιλόνεικε καὶ ἀκατάστατε τὴν γνώμην, δεῖξαι ἐν ταῖς πέντε βίβλοις τῆς πεντατεύχου καὶ θεοῦ νομοθεσίας ὅτι ἐρρήθη ὁ λόγος ὁ παρὰ τῷ σωτῆρι εἰρημένος «<ὃς> ἐρεῖ τῷ πατρὶ αὐτοῦ κορβὰν ὅ ἐστι δῶρον, οὐκ ὠφεληθήσεταί τι ἐξ αὐτοῦ»; ἀλλὰ<> οὐκ ἔχεις δεῖξαι. ἄρα γοῦν ἐξέπεσέ σου ὁ λόγος, τοῦ ῥήματος οὐδαμοῦ ἐν τῇ πεντατεύχῳ ἐμφερομένου.
<><><><><><>


10. Flavius Justinianus Imperator Theol., Novellae. {2734.013} Page 716 line 10
 πρὸς δέ γε τούτοις τίς οὐκ ἂν τῶν ἀνδρῶν κἀκεῖνο θαυμάσειεν, ὅτι <>πολλῷ πρεσβύτεροι τῆς σωτηριώδους ἐπιφανείας τοῦ (716.) μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γε<>γονότες ὅμως ἐκείνην μέλλουσαν ὥσπερ ὁρῶντες τὴν τῶν ἱερῶν βίβλων παράδοσιν ἐποιήσαντο, προφητικῆς<> ὥσπερ χάριτος περιλαμψάσης αὐτούς; καὶ ταύτῃ μὲν χρήσονται μάλιστα πάντες· πλὴν ἀλλ’ ὡς ἂν μὴ τὰς λοι<>πὰς αὐτοῖς ἀποκλείειν νομισθείημεν ἑρμηνείας, ἄδειαν δίδομεν καὶ τῇ Ἀκύλου κεχρῆσθαι, κἂν εἰ ἀλλόφυλος<> ἐκεῖνος καὶ οὐ μετρίαν ἐπί τινων λέξεων ἔχῃ πρὸς τοὺς ἑβδομήκοντα τὴν διαφωνίαν. τὴν δὲ παρ’<> αὐτοῖς λεγομένην δευτέρωσιν ἀπαγορεύομεν παντελῶς ὡς ταῖς μὲν ἱεραῖς οὐ συνανειλημμένην βίβλοις οὐδὲ<> ἄνωθεν παραδεδομένην ἐκ τῶν προφητῶν, ἐξεύρεσιν δὲ οὖσαν ἀνδρῶν ἐκ μόνης λαλούντων τῆς γῆς καὶ<> θεῖον ἐν αὐτοῖς ἐχόντων οὐδέν. καὶ αὐτὰς δὲ δὴ τὰς ἱερὰς φωνὰς ἀναγνώσονται τὰς βίβλους αὐτὰς  <>ἀναπτύσσοντες, ἀλλὰ μὴ κατακρύπτοντες μὲν τὰ κατ’ αὐτὰς εἰρημένα, τὰς ἔξωθεν δὲ παραλαμβάνοντες<> ἀγράφους κενοφωνίας πρὸς τὴν τῶν ἁπλουστέρων αὐτοῖς ἐπινενοημένας ἀπώλειαν. ὥστε ταύτης δεδομένης<> παρ’ ἡμῶν τῆς ἀδείας οὔτε ζημίαις τισὶν ὑπαχθήσονται παντελῶς οἱ τὴν ἑλληνίδα φωνὴν καὶ τὰς ἄλλας<> παραλαμβάνοντες, οὔτε παρ’ οὑτινοσοῦν κωλυθήσονται·

12. Constitutiones Apostolorum, Constitutiones apostolorum. {2894.001} Book 2 chapter 5 line 20
  Ἔστω δὲ ἀνεξίκακος, μακρόθυμος ἐν ταῖς νουθεσίαις,<> πολυδιδακτικός, μελετῶν καὶ σπουδάζων ἐν ταῖς κυριακαῖς βίβλοις, πολὺ ἐν ἀναγνώσμασιν, ἵνα τὰς γραφὰς ἐπιμελῶς<> ἑρμηνεύῃ, ὁμοστοίχως τοῖς Προφήταις καὶ τῷ Νόμῳ τὸ Εὐαγγέλιον ἑρμηνεύων· ὁμοίως τῷ Εὐαγγελίῳ στοιχείτωσαν <>αἱ ἐκ Νόμου καὶ Προφητῶν ἑρμηνεῖαι. Λέγει γὰρ ὁ Κύριος Ἰησοῦς· «Ἐρευνᾶτε τὰς γραφάς, ὅτι αὗταί εἰσιν<> αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.» Καὶ πάλιν· «Περὶ γὰρ ἐμοῦ Μωϋσῆς ἔγραψεν.» Πρὸ πάντων δὲ διαστολεὺς ἀγαθὸς<> γινέσθω, νόμον καὶ δευτέρωσιν διαιρῶν, καὶ δεικνύων τί νόμος ἐστὶν πιστῶν καὶ τί δεσμὰ ἀπίστων, ἵνα μή τις<> ὑποπέσῃ τοῖς δεσμοῖς. Ἐπιμελοῦ οὖν τοῦ λόγου, ἐπίσκοπε, ἵνα, εἰ δυνατόν σοι, πάντα κατὰ λέξιν ἑρμηνεύσῃς καὶ ἐν<> πολλῇ διδαχῇ πλουσίως τρέφῃς καὶ ποτίζῃς τὸν λαόν σου τὸν φωτισμὸν τοῦ νόμου. «Φωτίσατε γάρ, φησὶν ὁ Θεός, ἑαυτοῖς φῶς γνώσεως, ὡς ἔτι καιρός.»

13. Anastasius Sinai+ta Theol., Viae dux. {2896.001} Chapter 6 section 1 line 83
 Ταῦτα νομοθετήσας ὁ Σευῆρος ὡς οἷα τῷ Ἀκύλᾳ <>μαθητεύσας, καὶ τῷ ἰδίῳ ἔθνει τῶν Ἀλεξανδρέων, ὡς τὴν λεγομένην παρ’ Ἑβραίοις «δευτέρωσιν» τὴν περιέχουσαν τῆς<> ὀρθῆς τῶν ἑβδομήκοντα ἑρμηνευτῶν <ἐκδόσεως> τὴν ἀναίρεσιν καὶ τοῦ θείου νόμου <τὴν> κατάλυσιν, καθεσθεὶς <>ἐκτίθεται αὐτοῖς βίβλον τὴν λεγομένην Φιλαλήθη, μᾶλλον δὲ φιλομυθῆ, ἐν ᾗ ὡς οἷα κριτὴν ζώντων καὶ νεκρῶν ἑαυτὸν χειροτονήσας πίνακα χρήσεων καὶ πατέρων συνέταξεν, οὓς μὲν θέλει δεξάμενος, οὓς δὲ πάλιν ἐκέλευσεν ἐξεωσάμενος.<>

15. Athanasius Rhet. et Nomograph., Novellae constitutiones. {3332.001} Section 3 title 3 page 130 line 14
DAT. NON. APRILL. βασιλείας Ἰουστινιανοῦ τὸ ιηʹ μετὰ τὴν ὑπατείαν
Βασιλείου τὸ δʹ.
<>    3.5 Ὥστε ἄδειαν εἶναι τοῖς βουλομένοις Ἑβραίοις ἐν ταῖς συναγωγαῖς αὐτῶν διὰ τῆς ἑλληνικῆς φωνῆς ἢ καὶ τῆς ἰταλικῆς ἢ καὶ διὰ τῆς τῶν <>ἄλλων γλώττης συμμεταβαλλομένης τοῖς τόποις ἀναγινώσκειν τὰς ἱερὰς γραφάς, ὥστε νοεῖν τοὺς συνερχομένους τὴν ἀκρόασιν κατὰ τὴν τῶν οʹ<> καὶ τὴν Ἀκύλου παράδοσιν· καὶ ὥστε τὴν παρ’ Ἑβραίοις λεγομένην δευτέρωσιν, ὡς μὴ ταῖς ἱεραῖς συνανειλημμένην βίβλοις, κωλυθῆναι τελείως· καὶ ὥστε τοὺς μὴ λέγοντας κρίσιν ἢ ἀνάστασιν παντὸς ἀπελαύνεσθαι τόπου, ἅμα δὲ καὶ τοὺς μὴ ὁμολογοῦντας κτίσμα θεοῦ εἶναι τοὺς ἀγγέλους.<>
    Ὁ αὐτὸς βασιλεὺς Ἀρεοβίνδᾳ ἐπάρχῳ PRAETORION
    Ἐχρῆν μὲν Ἑβραίους τῶν ἱερῶν βιβλίων ἀκούοντας<>
   
Οὐδὲν πλέον τῆς ἐπιγραφῆς διδάσκει ἡ διάταξις, πλὴν ὅτι τοὺς κωλύοντας ἀρχιφερεκίτας ἢ πρεσβυτέρους ἑλληνίδι φωνῇ ἢ ταῖς ἄλλαις γλώτταις
<>παρὰ τὴν ἑβραϊκὴν προϊέναι τὴν τῶν γραφῶν ἀνάγνωσιν σωφρονισμῷ καὶ δημεύσει καὶ ἐξορίᾳ καθυποβάλλει. Τοὺς μέντοι μὴ λέγοντας κρίσιν<> ἢ ἀνάστασιν ἢ τοὺς ἀγγέλους κτίσμα θεοῦ εἶναι, ταῖς πασῶν ἐσχάταις τιμωρίαις ὑποτίθησιν.

17. Theodoretus Theol. et Scr. Eccl., Interpretatio in xiv epistulas sancti Pauli. {4089.030} Volume 82 page 789 line 18
Οὕτω καὶ τὰς ἐξ Ἀβραὰμ καὶ Δαβὶδ <>γενεαλογίας κατέλεγον, ἐρευνῶντες δῆθεν εἰ ἀληθῶς  ἐκ τούτων ὁ Κύριος κατὰ σάρκα γεγέννηται. Παρεγγυᾷ τοίνυν ὁ θεῖος Ἀπόστολος τῷ θαυμασίῳ Τιμοθέῳ τούτους μὲν ἐπιστομίζειν, καὶ μὴ συγχωρεῖν αὐτοῖς παραφθείρειν τὸν τῆς διδασκαλίας κανόνα· τοῖς δέ γε ἄλλοις παρακελεύεσθαι τῇ τούτων μὴ προσέχειν ἀδολεσχίᾳ. Μύθους δὲ οὐ τὴν τοῦ νόμου διδασκαλίαν ἐκάλεσεν, ἀλλὰ τὴν Ἰουδαϊκὴν ἑρμηνείαν, τὴν ὑπ’ αὐτῶν καλουμένην δευτέρωσιν· καὶ διδάσκει ὡς αἱ μὲν περιτταὶ ζητήσεις ἀνόνητοι, ἡ δὲ πίστις φωτίζει τὸν νοῦν, καὶ ἐπιδείκνυσι τὰς θείας οἰκονομίας.   εʹ. «Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν, ἀγάπη<> ἐκ καθαρᾶς καρδίας, καὶ συνειδήσεως ἀγαθῆς, καὶ πίστεως ἀνυποκρίτου.»
<><><><><><><><><><><><>

20. Basilica, Basilica. {5065.001} Book 1 title 1,restitutus chapter 53 line 22
Πρὸς δέ γε τούτοις τίς οὐκ ἂν τῶν ἀνδρῶν κἀκεῖνο θαυμάσειεν, <>ὅτι πολλῷ πρεσβύτεροι τῆς σωτηριώδους ἐπιφανείας τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν. Ἰησοῦ Χριστοῦ γεγονότες ὅμως ἐκείνην μέλλουσαν ὥσπερ <>ὁρῶντες τὴν τῶν ἱερῶν βίβλων παράδοσιν ἐποιήσαντο, προφητικῆς ὥσπερ χάριτος περιλαμψάσης αὐτούς; Καὶ ταύτῃ μὲν χρήσονται μάλιστα πάντες·<> πλὴν ἀλλ’ ὡς ἂν μὴ τὰς λοιπὰς αὐτοῖς ἀποκλείειν νομισθείημεν ἑρμηνείας, ἄδειαν δίδομεν καὶ τῇ Ἀκύλᾳ κεχρῆσθαι, κἂν ἀλλόφυλος ἐκεῖνος καὶ <>οὐ μετρίαν ἐπί τινων λέξεων ἔχῃ πρὸς τοὺς ἑβδομήκοντα τὴν διαφωνίαν. {32}3 Τὴν δὲ παρ’ αὐτοῖς λεγομένην δευτέρωσιν καὶ ἀπαγορεύομεν παντελῶς<> ὡς ταῖς μὲν ἱεραῖς οὐ συνανειλημμένην βίβλοις οὐδὲ ἄνωθεν παραδεδομένην ἐκ τῶν προφητῶν, ἐξεύρεσιν δὲ οὖσαν ἀνδρῶν ἐκ μόνης λαλούντων τῆς γῆς<> καὶ θεῖον ἐν αὐτοῖς ἐχόντων οὐδέν. Καὶ αὐτὰς δὲ δὴ τὰς ἱερὰς φωνὰς ἀναγνώσονται τὰς βίβλους αὐτὰς ἀναπτύσσοντες, ἀλλὰ μὴ κατακρύπτοντες μὲν<> τὰ κατ’ αὐτὰς εἰρημένα, τὰς ἔξωθεν δὲ παραλαμβάνοντες ἀγράφους κενοφωνίας πρὸς τὴν τῶν ἁπλουστέρων αὐτοῖς ἐπινενοημένας ἀπώλειαν.


ETC. [I stopped here, searching DEUTERWSE-]