Book:Ex.1-12 [fromTITUSsite,13de2006] [[NOTE: random omissions for no apparent reason, supplied and original marked with asterisk in next line; created by vert program, apparently.]] ΕΞΟΔΟΣ ch1 v.1 Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ τῶν εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα Ιακωβ τῷ πατρὶ αὐτῶν ἕκαστος πανοικίᾳ αὐτῶν εἰσήλϑοσαν *σαν · v.2 Ρουβην , Συμεων , Λευι , Ιουδας , v.3 Ισσαχαρ , Ζαβουλων καὶ Βενιαμιν , v.4 Δαν καὶ Νεϕϑαλι , Γαδ καὶ Ασηρ . v.5 Ιωσηϕ δὲ ἦν ἐν Αἰγύπτῳ . ἦσαν δὲ πᾶσαι ψυχαὶ ἐξ Ιακωβ πέντε καὶ ἑβδομήκοντα . v.6 ἐτελεύτησεν δὲ Ιωσηϕ καὶ πάντες οἱ ἀδελϕοὶ αὐτοῦ καὶ πᾶσα ἡ γενεὰ ἐκείνη . v.7 οἱ δὲ υἱοὶ Ισραηλ ηὐξήϑησαν καὶ ἐπληϑύνϑησαν καὶ χυδαῖοι ἐγένοντο καὶ κατίσχυον σϕόδρα σϕόδρα , ἐπλήϑυνεν δὲ ἡ γῆ αὐτούς . v.8 ᾽Ανέστη δὲ βασιλεὺς ἕτερος ἐπ' Αἴγυπτον , ὃς οὐκ ᾔδει τὸν Ιωσηϕ . v.9 εἶπεν δὲ τῷ ἔϑνει αὐτοῦ ᾽Ιδοὺ τὸ γένος τῶν υἱῶν Ισραηλ μέγα πλῆϑος καὶ ἰσχύει ὑπὲρ ἡμᾶς· v.10 δεῦτε οὖν κατασοϕισώμεϑα αὐτούς , μήποτε πληϑυνϑῇ καί , ἡνίκα ἂν συμβῇ ἡμῖν πόλεμος , προστεϑήσονται καὶ οὗτοι πρὸς τοὺς ντίους καὶ ἐκπολεμήσαντες ἡμᾶς ἐξελεύσονται ἐκ τῆς γῆς . v.11 καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων , ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις· καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραω , τε Πιϑωμ καὶ Ραμεσση καὶ Ων , ἥ ἐστιν ῾Ηλίου πόλις . v.12 καϑότι δὲ αὐτοὺς ἐταπείνουν , τοσούτῳ πλείους ἐγίνοντο καὶ ἴσχυον σϕόδρα σϕόδρα· καὶ ἐβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τῶν ῶν Ισραηλ . v.13 καὶ κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ισραηλ βίᾳ v.14 καὶ κατωδύνων αὐτῶν τὴν ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς , τῷ πηλῷ καὶ τῇ πλινϑείᾳ καὶ πᾶσι τοῖς ἔργοις τοῖς ἐν τοῖς πεδίοις *ις , κατὰ πάντα τὰ ἔργα , ὧν κατεδουλοῦντο αὐτοὺς μετὰ βίας . v.15 Καὶ εἶπεν ὁ βασιλεὺς τῶν Αἰγυπτίων ταῖς μαίαις τῶν Εβραίων , τῇ μιᾷ αὐτῶν , ᾗ ὄνομα Σεπϕωρα , καὶ τὸ ὄνομα τῆς δευτέρας Φουα , v.16 καὶ εἶπεν ῞Οταν μαιοῦσϑε τὰς Εβραίας καὶ ὦσιν πρὸς τῷ τίκτειν , ἐὰν μὲν ἄρσεν ᾖ , ἀποκτείνατε αὐτό , ἐὰν δὲ ϑῆλυ , αὐτό . v.17 ἐϕοβήϑησαν δὲ αἱ μαῖαι τὸν ϑεὸν καὶ οὐκ ἐποίησαν καϑότι συνέταξεν αὐταῖς ὁ βασιλεὺς Αἰγύπτου , καὶ ἐζωογόνουν τὰ ἄρσενα . v.18 ἐκάλεσεν δὲ ὁ βασιλεὺς Αἰγύπτου τὰς μαίας καὶ εἶπεν αὐταῖς Τί ὅτι ἐποιήσατε τὸ πρᾶγμα τοῦτο καὶ ἐζωογονεῖτε τὰ ἄρσενα; v.19 εἶπαν δὲ αἱ μαῖαι τῷ Φαραω Οὐχ ὡς γυναῖκες Αἰγύπτου αἱ Εβραῖαι , τίκτουσιν γὰρ πρὶν ἢ εἰσελϑεῖν πρὸς αὐτὰς τὰς μαίας· καὶ ἔτικτον *τικτον . v.20 εὖ δὲ ἐποίει ὁ ϑεὸς ταῖς μαίαις , καὶ ἐπλήϑυνεν ὁ λαὸς καὶ ἴσχυεν σϕόδρα . v.21 ἐπειδὴ ἐϕοβοῦντο αἱ μαῖαι τὸν ϑεόν , ἐποίησαν ἑαυταῖς οἰκίας . v.22 συνέταξεν δὲ Φαραω παντὶ τῷ λαῷ αὐτοῦ λέγων Πᾶν ἄρσεν , ὃ ἐὰν τεχϑῇ τοῖς Εβραίοις , εἰς τὸν ποταμὸν ῥίψατε· καὶ πᾶν ϑῆλυ , ζωογονεῖτε *ονεῖτε αὐτό . ch2 v.1 ῏Ην δέ τις ἐκ τῆς ϕυλῆς Λευι , ὃς ἔλαβεν τῶν ϑυγατέρων Λευι καὶ ἔσχεν αὐτήν . v.2 καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν ἄρσεν· ἰδόντες δὲ αὐτὸ ἀστεῖον ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς . v.3 ἐπεὶ δὲ οὐκ ἠδύναντο αὐτὸ ἔτι κρύπτειν , ἔλαβεν αὐτῷ ἡ μήτηρ αὐτοῦ ϑῖβιν καὶ κατέχρισεν αὐτὴν ἀσϕαλτοπίσσῃ καὶ ἐνέβαλεν ὸ παιδίον εἰς αὐτὴν καὶ ἔϑηκεν αὐτὴν εἰς τὸ ἕλος παρὰ τὸν ποταμόν . v.4 καὶ κατεσκόπευεν ἡ ἀδελϕὴ αὐτοῦ μακρόϑεν μαϑεῖν , τί τὸ ἀποβησόμενον αὐτῷ . v.5 κατέβη δὲ ἡ ϑυγάτηρ Φαραω λούσασϑαι ἐπὶ τὸν ποταμόν , καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταμόν· καὶ ἰδοῦσα τὴν ϑῖβιν *ν ἐν τῷ ἕλει ἀποστείλασα τὴν ἅβραν ἀνείλατο αὐτήν . v.6 ἀνοίξασα δὲ ὁρᾷ παιδίον κλαῖον ἐν τῇ ϑίβει , καὶ ἐϕείσατο αὐτοῦ ἡ ϑυγάτηρ Φαραω καὶ ἔϕη ᾽Απὸ τῶν παιδίων τῶν Εβραίων v.7 καὶ εἶπεν ἡ ἀδελϕὴ αὐτοῦ τῇ ϑυγατρὶ Φαραω Θέλεις καλέσω σοι γυναῖκα τροϕεύουσαν ἐκ τῶν Εβραίων καὶ ϑηλάσει σοι τὸ παιδίον; v.8 ἡ δὲ εἶπεν αὐτῇ ἡ ϑυγάτηρ Φαραω Πορεύου . ἐλϑοῦσα δὲ ἡ νεᾶνις ἐκάλεσεν τὴν μητέρα τοῦ παιδίου . v.9 εἶπεν δὲ πρὸς αὐτὴν ἡ ϑυγάτηρ Φαραω Διατήρησόν μοι τὸ παιδίον τοῦτο καὶ ϑήλασόν μοι αὐτό , ἐγὼ δὲ δώσω σοι τὸν μισϑόν . ἔλαβεν * δὲ ἡ γυνὴ τὸ παιδίον καὶ ἐϑήλαζεν αὐτό . v.10 ἁδρυνϑέντος δὲ τοῦ παιδίου εἰσήγαγεν αὐτὸ πρὸς τὴν ϑυγατέρα Φαραω , καὶ ἐγενήϑη αὐτῇ εἰς υἱόν· ἐπωνόμασεν δὲ τὸ ὄνομα οῦ Μωυσῆν λέγουσα ᾽Εκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην . v.11 ᾽Εγένετο δὲ ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις μέγας γενόμενος Μωυσῆς ἐξήλϑεν πρὸς τοὺς ἀδελϕοὺς αὐτοῦ τοὺς υἱοὺς Ισραηλ *αηλ . κατανοήσας δὲ τὸν πόνον αὐτῶν ὁρᾷ ἄνϑρωπον Αἰγύπτιον τύπτοντά τινα Εβραῖον τῶν ἑαυτοῦ ἀδελϕῶν τῶν υἱῶν Ισραηλ· v.12 περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε οὐχ ὁρᾷ οὐδένα καὶ πατάξας τὸν Αἰγύπτιον ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ . v.13 ἐξελϑὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ὁρᾷ δύο ἄνδρας Εβραίους διαπληκτιζομένους καὶ λέγει τῷ ἀδικοῦντι Διὰ τί σὺ τύπτεις τὸν πλησίον; *ησίον; v.14 ὁ δὲ εἶπεν Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐϕ' ἡμῶν; μὴ ἀνελεῖν με σὺ ϑέλεις , ὃν τρόπον ἀνεῖλες ἐχϑὲς τὸν Αἰγύπτιον * ; ἐϕοβήϑη δὲ Μωυσῆς καὶ εἶπεν Εἰ οὕτως ἐμϕανὲς γέγονεν τὸ ῥῆμα τοῦτο; v.15 ἤκουσεν δὲ Φαραω τὸ ῥῆμα τοῦτο καὶ ἐζήτει ἀνελεῖν Μωυσῆν· ἀνεχώρησεν δὲ Μωυσῆς ἀπὸ προσώπου Φαραω καὶ ᾤκησεν ἐν γῇ Μαδιαμ· * ἐλϑὼν δὲ εἰς γῆν Μαδιαμ ἐκάϑισεν ἐπὶ τοῦ ϕρέατος . v.16 τῷ δὲ ἱερεῖ Μαδιαμ ἦσαν ἑπτὰ ϑυγατέρες ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ιοϑορ· παραγενόμεναι δὲ ἤντλουν , ἕως ἔπλησαν *ν τὰς δεξαμενὰς ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ιοϑορ . v.17 παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλον αὐτάς· ἀναστὰς δὲ Μωυσῆς ἐρρύσατο αὐτὰς καὶ ἤντλησεν αὐταῖς καὶ ἐπότισεν τὰ πρόβατα *τα αὐτῶν . v.18 παρεγένοντο δὲ πρὸς Ραγουηλ τὸν πατέρα αὐτῶν· ὁ δὲ εἶπεν αὐταῖς Τί ὅτι ἐταχύνατε τοῦ παραγενέσϑαι σήμερον; v.19 αἱ δὲ εἶπαν ῎Ανϑρωπος Αἰγύπτιος ἐρρύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων καὶ ἤντλησεν ἡμῖν καὶ ἐπότισεν τὰ πρόβατα ἡμῶν . v.20 ὁ δὲ εἶπεν ταῖς ϑυγατράσιν αὐτοῦ Καὶ ποῦ ἐστι; καὶ ἵνα τί οὕτως καταλελοίπατε τὸν ἄνϑρωπον; καλέσατε οὖν αὐτόν , ὅπως ϕάγῃ ἄρτον . v.21 κατῳκίσϑη δὲ Μωυσῆς παρὰ τῷ ἀνϑρώπῳ , καὶ ἐξέδοτο Σεπϕωραν τὴν ϑυγατέρα αὐτοῦ Μωυσῇ γυναῖκα . v.22 ἐν γαστρὶ δὲ λαβοῦσα ἡ γυνὴ ἔτεκεν υἱόν , καὶ ἐπωνόμασεν Μωυσῆς τὸ ὄνομα αὐτοῦ Γηρσαμ λέγων ὅτι Πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ *ᾳ . v.23 Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου . καὶ κατεστέναξαν οἱ υἱοὶ Ισραηλ ἀπὸ τῶν ἔργων καὶ ἀνεβόησαν , καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν ϑεὸν ἀπὸ τῶν ἔργων . v.24 καὶ εἰσήκουσεν ὁ ϑεὸς τὸν στεναγμὸν αὐτῶν , καὶ ἐμνήσϑη ὁ ϑεὸς τῆς διαϑήκης αὐτοῦ τῆς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ . v.25 καὶ ἐπεῖδεν ὁ ϑεὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἐγνώσϑη αὐτοῖς . ch3 v.1 Καὶ Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ιοϑορ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιαμ καὶ ἤγαγεν τὰ πρόβατα ὑπὸ τὴν ἔρημον καὶ εἰς τὸ ὄρος Χωρηβ . v.2 ὤϕϑη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν ϕλογὶ πυρὸς ἐκ τοῦ βάτου , καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί , ὁ δὲ βάτος οὐ κατεκαίετο . v.3 εἶπεν δὲ Μωυσῆς Παρελϑὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο , τί ὅτι οὐ κατακαίεται ὁ βάτος . v.4 ὡς δὲ εἶδεν κύριος ὅτι προσάγει ἰδεῖν , ἐκάλεσεν αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων Μωυσῆ , Μωυσῆ . ὁ δὲ εἶπεν Τί ἐστιν; v.5 καὶ εἶπεν Μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος , ἐν ᾧ σὺ ἕστηκας , γῆ ἁγία ἐστίν . v.6 καὶ εἶπεν αὐτῷ ᾽Εγώ εἰμι ὁ ϑεὸς τοῦ πατρός σου , ϑεὸς Αβρααμ καὶ ϑεὸς Ισαακ καὶ ϑεὸς Ιακωβ . ἀπέστρεψεν δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ· *ὐτοῦ· εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ ϑεοῦ . v.7 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ᾽Ιδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν διωκτῶν· οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν· v.8 καὶ κατέβην ἐξελέσϑαι αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν γαϑὴν καὶ πολλήν , εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι , εἰς τὸν τόπον τῶν Χαναναίων καὶ Χετταίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ σαίων καὶ Ευαίων καὶ Ιεβουσαίων . v.9 καὶ νῦν ἰδοὺ κραυγὴ τῶν υἱῶν Ισραηλ ἥκει πρός με , κἀγὼ ἑώρακα τὸν ϑλιμμόν , ὃν οἱ Αἰγύπτιοι ϑλίβουσιν αὐτούς . v.10 καὶ νῦν δεῦρο ἀποστείλω σε πρὸς Φαραω βασιλέα Αἰγύπτου , καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου . v.11 καὶ εἶπεν Μωυσῆς πρὸς τὸν ϑεόν Τίς εἰμι , ὅτι πορεύσομαι πρὸς Φαραω βασιλέα Αἰγύπτου , καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ Αἰγύπτου; v.12 εἶπεν δὲ ὁ ϑεὸς Μωυσεῖ λέγων ὅτι ῎Εσομαι μετὰ σοῦ , καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἐγώ σε ἐξαποστέλλω· ἐν τῷ ἐξαγαγεῖν σε τὸν λαόν μου ἐξ Αἰγύπτου καὶ λατρεύσετε τῷ ϑεῷ ἐν τῷ ὄρει τούτῳ . v.13 καὶ εἶπεν Μωυσῆς πρὸς τὸν ϑεόν ᾽Ιδοὺ ἐγὼ ἐλεύσομαι πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἐρῶ πρὸς αὐτούς ῾Ο ϑεὸς τῶν πατέρων ὑμῶν πέσταλκέν με πρὸς ὑμᾶς , ἐρωτήσουσίν με Τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς; v.14 καὶ εἶπεν ὁ ϑεὸς πρὸς Μωυσῆν ᾽Εγώ εἰμι ὁ ὤν· καὶ εἶπεν Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ισραηλ ῾Ο ὢν ἀπέσταλκέν με πρὸς ὑμᾶς . v.15 καὶ εἶπεν ὁ ϑεὸς πάλιν πρὸς Μωυσῆν Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ισραηλ Κύριος ὁ ϑεὸς τῶν πατέρων ὑμῶν , ϑεὸς Αβρααμ καὶ ϑεὸς καὶ ϑεὸς Ιακωβ , ἀπέσταλκέν με πρὸς ὑμᾶς· τοῦτό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεῶν γενεαῖς . v.16 ἐλϑὼν οὖν συνάγαγε τὴν γερουσίαν τῶν υἱῶν Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Κύριος ὁ ϑεὸς τῶν πατέρων ὑμῶν ὦπταί μοι , ϑεὸς αμ καὶ ϑεὸς Ισαακ καὶ ϑεὸς Ιακωβ , λέγων ᾽Επισκοπῇ ἐπέσκεμμαι ὑμᾶς καὶ ὅσα συμβέβηκεν ὑμῖν ἐν Αἰγύπτῳ , v.17 καὶ εἶπον ᾽Αναβιβάσω ὑμᾶς ἐκ τῆς κακώσεως τῶν Αἰγυπτίων εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Αμορραίων καὶ ν καὶ Γεργεσαίων καὶ Ευαίων καὶ Ιεβουσαίων , εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι . v.18 καὶ εἰσακούσονταί σου τῆς ϕωνῆς· καὶ εἰσελεύσῃ σὺ καὶ ἡ γερουσία Ισραηλ πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐρεῖς πρὸς αὐτόν ῾Ο ϑεὸς τῶν Εβραίων προσκέκληται ἡμᾶς· πορευσώμεϑα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον , ἵνα ϑύσωμεν τῷ ϑεῷ ἡμῶν . v.19 ἐγὼ δὲ οἶδα ὅτι οὐ προήσεται ὑμᾶς Φαραω βασιλεὺς Αἰγύπτου πορευϑῆναι , ἐὰν μὴ μετὰ χειρὸς κραταιᾶς . v.20 καὶ ἐκτείνας τὴν χεῖρα πατάξω τοὺς Αἰγυπτίους ἐν πᾶσι τοῖς ϑαυμασίοις μου , οἷς ποιήσω ἐν αὐτοῖς , καὶ μετὰ ταῦτα ὑμᾶς . v.21 καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐναντίον τῶν Αἰγυπτίων· ὅταν δὲ ἀποτρέχητε , οὐκ ἀπελεύσεσϑε κενοί· v.22 αἰτήσει γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν , καὶ ἐπιϑήσετε ἐπὶ τοὺς υἱοὺς ὑμῶν ὶ ἐπὶ τὰς ϑυγατέρας ὑμῶν καὶ σκυλεύσετε τοὺς Αἰγυπτίους . ch4 v.1 ἀπεκρίϑη δὲ Μωυσῆς καὶ εἶπεν ᾽Εὰν οὖν μὴ πιστεύσωσίν μοι μηδὲ εἰσακούσωσιν τῆς ϕωνῆς μου , ἐροῦσιν γὰρ ὅτι Οὐκ ὦπταί σοι ὁ εός , τί ἐρῶ πρὸς αὐτούς; v.2 εἶπεν δὲ αὐτῷ κύριος Τί τοῦτό ἐστιν τὸ ἐν τῇ χειρί σου; ὁ δὲ εἶπεν ῾Ράβδος . v.3 καὶ εἶπεν ῾Ρῖψον αὐτὴν ἐπὶ τὴν γῆν . καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν , καὶ ἐγένετο ὄϕις· καὶ ἔϕυγεν Μωυσῆς ἀπ' αὐτοῦ . v.4 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ῎Εκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου· ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου , ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ· v.5 ἵνα πιστεύσωσίν σοι ὅτι ὦπταί σοι κύριος ὁ ϑεὸς τῶν πατέρων αὐτῶν , ϑεὸς Αβρααμ καὶ ϑεὸς Ισαακ καὶ ϑεὸς Ιακωβ . v.6 εἶπεν δὲ αὐτῷ κύριος πάλιν Εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου . καὶ εἰσήνεγκεν τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον · καὶ ἐξήνεγκεν τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ , καὶ ἐγενήϑη ἡ χεὶρ αὐτοῦ ὡσεὶ χιών . v.7 καὶ εἶπεν Πάλιν εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου . καὶ εἰσήνεγκεν τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν τὴν ἐκ τοῦ κόλπου αὐτοῦ , καὶ πάλιν ἀπεκατέστη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ . v.8 ἐὰν δὲ μὴ πιστεύσωσίν σοι μηδὲ εἰσακούσωσιν τῆς ϕωνῆς τοῦ σημείου τοῦ πρώτου , πιστεύσουσίν σοι τῆς ϕωνῆς τοῦ σημείου τοῦ χάτου . v.9 καὶ ἔσται ἐὰν μὴ πιστεύσωσίν σοι τοῖς δυσὶ σημείοις τούτοις μηδὲ εἰσακούσωσιν τῆς ϕωνῆς σου , λήμψῃ ἀπὸ τοῦ ὕδατος τοῦ οῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν , καὶ ἔσται τὸ ὕδωρ , ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ , αἷμα ἐπὶ τοῦ ξηροῦ . v.10 εἶπεν δὲ Μωυσῆς πρὸς κύριον Δέομαι , κύριε , οὐχ ἱκανός εἰμι πρὸ τῆς ἐχϑὲς οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας οὐδὲ ἀϕ' οὗ ἤρξω ν τῷ ϑεράποντί σου· ἰσχνόϕωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι . v.11 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Τίς ἔδωκεν στόμα ἀνϑρώπῳ , καὶ τίς ἐποίησεν δύσκωϕον καὶ κωϕόν , βλέποντα καὶ τυϕλόν; οὐκ ἐγὼ ὁ ϑεός; v.12 καὶ νῦν πορεύου , καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ συμβιβάσω σε ὃ μέλλεις λαλῆσαι . v.13 καὶ εἶπεν Μωυσῆς Δέομαι , κύριε , προχείρισαι δυνάμενον ἄλλον , ὃν ἀποστελεῖς . v.14 καὶ ϑυμωϑεὶς ὀργῇ κύριος ἐπὶ Μωυσῆν εἶπεν Οὐκ ἰδοὺ Ααρων ὁ ἀδελϕός σου ὁ Λευίτης; ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι· αὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ . v.15 καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ· καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ τὸ στόμα αὐτοῦ καὶ βιβάσω ὑμᾶς ἃ ποιήσετε . v.16 καὶ αὐτός σοι προσλαλήσει πρὸς τὸν λαόν , καὶ αὐτὸς ἔσται σου στόμα , σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν ϑεόν . v.17 καὶ τὴν ῥάβδον ταύτην τὴν στραϕεῖσαν εἰς ὄϕιν λήμψῃ ἐν τῇ χειρί σου , ἐν ᾗ ποιήσεις ἐν αὐτῇ τὰ σημεῖα . v.18 ᾽Επορεύϑη δὲ Μωυσῆς καὶ ἀπέστρεψεν πρὸς Ιοϑορ τὸν γαμβρὸν αὐτοῦ καὶ λέγει Πορεύσομαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελϕούς τοὺς ἐν Αἰγύπτῳ καὶ ὄψομαι εἰ ἔτι ζῶσιν . καὶ εἶπεν Ιοϑορ Μωυσῇ Βάδιζε ὑγιαίνων . v.19 μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου . εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἐν Μαδιαμ Βάδιζε εἰς Αἴγυπτον· τεϑνήκασιν γὰρ πάντες οἱ ζητοῦντές σου τὴν ψυχήν . v.20 ἀναλαβὼν δὲ Μωυσῆς τὴν γυναῖκα καὶ τὰ παιδία ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια καὶ ἐπέστρεψεν εἰς Αἴγυπτον· ἔλαβεν δὲ ῆς τὴν ῥάβδον τὴν παρὰ τοῦ ϑεοῦ ἐν τῇ χειρὶ αὐτοῦ . v.21 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Πορευομένου σου καὶ ἀποστρέϕοντος εἰς Αἴγυπτον ὅρα πάντα τὰ τέρατα , ἃ ἔδωκα ἐν ταῖς χερσίν σου , οιήσεις αὐτὰ ἐναντίον Φαραω· ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν αὐτοῦ , καὶ οὐ μὴ ἐξαποστείλῃ τὸν λαόν . v.22 σὺ δὲ ἐρεῖς τῷ Φαραω Τάδε λέγει κύριος Υἱὸς πρωτότοκός μου Ισραηλ· v.23 εἶπα δέ σοι ᾽Εξαπόστειλον τὸν λαόν μου , ἵνα μοι λατρεύσῃ· εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι αὐτούς , ὅρα οὖν ἐγὼ ἀποκτενῶ ν υἱόν σου τὸν πρωτότοκον . v.24 ᾽Εγένετο δὲ ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ ἄγγελος κυρίου καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι . v.25 καὶ λαβοῦσα Σεπϕωρα ψῆϕον περιέτεμεν τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς καὶ προσέπεσεν πρὸς τοὺς πόδας καὶ εἶπεν ῎Εστη τὸ τῆς περιτομῆς τοῦ παιδίου μου . v.26 καὶ ἀπῆλϑεν ἀπ' αὐτοῦ , διότι εἶπεν ῎Εστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου . v.27 Εἶπεν δὲ κύριος πρὸς Ααρων Πορεύϑητι εἰς συνάντησιν Μωυσεῖ εἰς τὴν ἔρημον· καὶ ἐπορεύϑη καὶ συνήντησεν αὐτῷ ἐν τῷ ὄρει ϑεοῦ , καὶ κατεϕίλησαν ἀλλήλους . v.28 καὶ ἀνήγγειλεν Μωυσῆς τῷ Ααρων πάντας τοὺς λόγους κυρίου , οὓς ἀπέστειλεν , καὶ πάντα τὰ σημεῖα , ἃ ἐνετείλατο αὐτῷ . v.29 ἐπορεύϑη δὲ Μωυσῆς καὶ Ααρων καὶ συνήγαγον τὴν γερουσίαν τῶν υἱῶν Ισραηλ . v.30 καὶ ἐλάλησεν Ααρων πάντα τὰ ῥήματα ταῦτα , ἃ ἐλάλησεν ὁ ϑεὸς πρὸς Μωυσῆν , καὶ ἐποίησεν τὰ σημεῖα ἐναντίον τοῦ λαοῦ . v.31 καὶ ἐπίστευσεν ὁ λαὸς καὶ ἐχάρη , ὅτι ἐπεσκέψατο ὁ ϑεὸς τοὺς υἱοὺς Ισραηλ , καὶ ὅτι εἶδεν αὐτῶν τὴν ϑλῖψιν· κύψας δὲ ὁ λαὸς προσεκύνησεν . ch5 v.1 Καὶ μετὰ ταῦτα εἰσῆλϑεν Μωυσῆς καὶ Ααρων πρὸς Φαραω καὶ εἶπαν αὐτῷ Τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ ᾽Εξαπόστειλον τὸν λαόν υ , ἵνα μοι ἑορτάσωσιν ἐν τῇ ἐρήμῳ . v.2 καὶ εἶπεν Φαραω Τίς ἐστιν οὗ εἰσακούσομαι τῆς ϕωνῆς αὐτοῦ ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ; οὐκ οἶδα τὸν κύριον καὶ Ισραηλ οὐκ ἐξαποστέλλω . v.3 καὶ λέγουσιν αὐτῷ ῾Ο ϑεὸς τῶν Εβραίων προσκέκληται ἡμᾶς· πορευσόμεϑα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον , ὅπως ϑύσωμεν ϑεῷ ἡμῶν , μήποτε συναντήσῃ ἡμῖν ϑάνατος ἢ ϕόνος . v.4 καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου ῞Ινα τί , Μωυσῆ καὶ Ααρων , διαστρέϕετε τὸν λαόν μου ἀπὸ τῶν ἔργων; ἀπέλϑατε ἕκαστος ν πρὸς τὰ ἔργα αὐτοῦ . v.5 καὶ εἶπεν Φαραω ᾽Ιδοὺ νῦν πολυπληϑεῖ ὁ λαός· μὴ οὖν καταπαύσωμεν αὐτοὺς ἀπὸ τῶν ἔργων . v.6 συνέταξεν δὲ Φαραω τοῖς ἐργοδιώκταις τοῦ λαοῦ καὶ τοῖς γραμματεῦσιν λέγων v.7 Οὐκέτι προστεϑήσεται διδόναι ἄχυρον τῷ λαῷ εἰς τὴν πλινϑουργίαν καϑάπερ ἐχϑὲς καὶ τρίτην ἡμέραν· αὐτοὶ πορευέσϑωσαν καὶ ναγαγέτωσαν ἑαυτοῖς ἄχυρα . v.8 καὶ τὴν σύνταξιν τῆς πλινϑείας , ἧς αὐτοὶ ποιοῦσιν καϑ' ἑκάστην ἡμέραν , ἐπιβαλεῖς αὐτοῖς , οὐκ ἀϕελεῖς οὐδέν· σχολάζουσιν ρ· διὰ τοῦτο κεκράγασιν λέγοντες Πορευϑῶμεν καὶ ϑύσωμεν τῷ ϑεῷ ἡμῶν . v.9 βαρυνέσϑω τὰ ἔργα τῶν ἀνϑρώπων τούτων , καὶ μεριμνάτωσαν ταῦτα καὶ μὴ μεριμνάτωσαν ἐν λόγοις κενοῖς . v.10 κατέσπευδον δὲ αὐτοὺς οἱ ἐργοδιῶκται καὶ οἱ γραμματεῖς καὶ ἔλεγον πρὸς τὸν λαὸν λέγοντες Τάδε λέγει Φαραω Οὐκέτι δίδωμι ῖν ἄχυρα· v.11 αὐτοὶ ὑμεῖς πορευόμενοι συλλέγετε ἑαυτοῖς ἄχυρα ὅϑεν ἐὰν εὕρητε , οὐ γὰρ ἀϕαιρεῖται ἀπὸ τῆς συντάξεως ὑμῶν οὐϑέν . v.12 καὶ διεσπάρη ὁ λαὸς ἐν ὅλῃ Αἰγύπτῳ συναγαγεῖν καλάμην εἰς ἄχυρα· v.13 οἱ δὲ ἐργοδιῶκται κατέσπευδον αὐτοὺς λέγοντες Συντελεῖτε τὰ ἔργα τὰ καϑήκοντα καϑ' ἡμέραν καϑάπερ καὶ ὅτε τὸ ἄχυρον ο ὑμῖν . v.14 καὶ ἐμαστιγώϑησαν οἱ γραμματεῖς τοῦ γένους τῶν υἱῶν Ισραηλ οἱ κατασταϑέντες ἐπ' αὐτοὺς ὑπὸ τῶν ἐπιστατῶν τοῦ Φαραω ς Διὰ τί οὐ συνετελέσατε τὰς συντάξεις ὑμῶν τῆς πλινϑείας , καϑάπερ ἐχϑὲς καὶ τρίτην ἡμέραν , καὶ τὸ τῆς σήμερον; v.15 εἰσελϑόντες δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ισραηλ κατεβόησαν πρὸς Φαραω λέγοντες ῞Ινα τί οὕτως ποιεῖς τοῖς σοῖς οἰκέταις; v.16 ἄχυρον οὐ δίδοται τοῖς οἰκέταις σου , καὶ τὴν πλίνϑον ἡμῖν λέγουσιν ποιεῖν , καὶ ἰδοὺ οἱ παῖδές σου μεμαστίγωνται· οὖν τὸν λαόν σου . v.17 καὶ εἶπεν αὐτοῖς Σχολάζετε , σχολασταί ἐστε· διὰ τοῦτο λέγετε Πορευϑῶμεν ϑύσωμεν τῷ ϑεῷ ἡμῶν . v.18 νῦν οὖν πορευϑέντες ἐργάζεσϑε· τὸ γὰρ ἄχυρον οὐ δοϑήσεται ὑμῖν , καὶ τὴν σύνταξιν τῆς πλινϑείας ἀποδώσετε . v.19 ἑώρων δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ισραηλ ἑαυτοὺς ἐν κακοῖς λέγοντες Οὐκ ἀπολείψετε τῆς πλινϑείας τὸ καϑῆκον τῇ ἡμέρᾳ . v.20 συνήντησαν δὲ Μωυσῇ καὶ Ααρων ἐρχομένοις εἰς συνάντησιν αὐτοῖς ἐκπορευομένων αὐτῶν ἀπὸ Φαραω v.21 καὶ εἶπαν αὐτοῖς ῎Ιδοι ὁ ϑεὸς ὑμᾶς καὶ κρίναι , ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν ϑεραπόντων ὐτοῦ δοῦναι ῥομϕαίαν εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡμᾶς . v.22 ἐπέστρεψεν δὲ Μωυσῆς πρὸς κύριον καὶ εἶπεν Κύριε , διὰ τί ἐκάκωσας τὸν λαὸν τοῦτον; καὶ ἵνα τί ἀπέσταλκάς με; v.23 καὶ ἀϕ' οὗ πεπόρευμαι πρὸς Φαραω λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι , ἐκάκωσεν τὸν λαὸν τοῦτον , καὶ οὐκ ἐρρύσω τὸν λαόν σου . ch6 v.1 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ῎Ηδη ὄψει ἃ ποιήσω τῷ Φαραω· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ βαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ . v.2 ᾽Ελάλησεν δὲ ὁ ϑεὸς πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν ᾽Εγὼ κύριος· v.3 καὶ ὤϕϑην πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ , ϑεὸς ὢν αὐτῶν , καὶ τὸ ὄνομά μου κύριος οὐκ ἐδήλωσα αὐτοῖς· v.4 καὶ ἔστησα τὴν διαϑήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων , τὴν γῆν , ἣν παρῳκήκασιν , ἐν ᾗ καὶ ν ἐπ' αὐτῆς . v.5 καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ισραηλ , ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς , καὶ ἐμνήσϑην τῆς διαϑήκης ὑμῶν . v.6 βάδιζε εἰπὸν τοῖς υἱοῖς Ισραηλ λέγων ᾽Εγὼ κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ῥύσομαι ὑμᾶς ἐκ ς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ v.7 καὶ λήμψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν ϑεός , καὶ γνώσεσϑε ὅτι ἐγὼ κύριος ὁ ϑεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων , v.8 καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν , εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου δοῦναι αὐτὴν τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ , καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ· ἐγὼ κύριος . v.9 ἐλάλησεν δὲ Μωυσῆς οὕτως τοῖς υἱοῖς Ισραηλ , καὶ οὐκ εἰσήκουσαν Μωυσῇ ἀπὸ τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν . v.10 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων v.11 Εἴσελϑε λάλησον Φαραω βασιλεῖ Αἰγύπτου , ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ . v.12 ἐλάλησεν δὲ Μωυσῆς ἔναντι κυρίου λέγων ᾽Ιδοὺ οἱ υἱοὶ Ισραηλ οὐκ εἰσήκουσάν μου , καὶ πῶς εἰσακούσεταί μου Φαραω; ἐγὼ δὲ ογός εἰμι . v.13 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραω βασιλέα Αἰγύπτου ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς ἐκ γῆς Αἰγύπτου . v.14 Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν . υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ· Ενωχ καὶ Φαλλους , Ασρων καὶ Χαρμι· αὕτη ἡ συγγένεια ην . v.15 καὶ υἱοὶ Συμεων· Ιεμουηλ καὶ Ιαμιν καὶ Αωδ καὶ Ιαχιν καὶ Σααρ καὶ Σαουλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεων . v.16 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευι κατὰ συγγενείας αὐτῶν· Γεδσων , Κααϑ καὶ Μεραρι· καὶ τὰ ἔτη τῆς ζωῆς Λευι ἑκατὸν ἑπτά . v.17 καὶ οὗτοι υἱοὶ Γεδσων· Λοβενι καὶ Σεμεϊ , οἶκοι πατριᾶς αὐτῶν . v.18 καὶ υἱοὶ Κααϑ· Αμβραμ καὶ Ισσααρ , Χεβρων καὶ Οζιηλ· καὶ τὰ ἔτη τῆς ζωῆς Κααϑ ἑκατὸν τριάκοντα ἔτη . v.19 καὶ υἱοὶ Μεραρι· Μοολι καὶ Ομουσι . οὗτοι οἶκοι πατριῶν Λευι κατὰ συγγενείας αὐτῶν . v.20 καὶ ἔλαβεν Αμβραμ τὴν Ιωχαβεδ ϑυγατέρα τοῦ ἀδελϕοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα , καὶ ἐγέννησεν αὐτῷ τόν τε Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελϕὴν αὐτῶν· τὰ δὲ ἔτη τῆς ζωῆς Αμβραμ ἑκατὸν τριάκοντα δύο ἔτη . v.21 καὶ υἱοὶ Ισσααρ· Κορε καὶ Ναϕεκ καὶ Ζεχρι . v.22 καὶ υἱοὶ Οζιηλ· Ελισαϕαν καὶ Σετρι . v.23 ἔλαβεν δὲ Ααρων τὴν Ελισαβεϑ ϑυγατέρα Αμιναδαβ ἀδελϕὴν Ναασσων αὐτῷ γυναῖκα , καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδαβ καὶ Αβιουδ καὶ αρ καὶ Ιϑαμαρ . v.24 υἱοὶ δὲ Κορε· Ασιρ καὶ Ελκανα καὶ Αβιασαϕ· αὗται αἱ γενέσεις Κορε . v.25 καὶ Ελεαζαρ ὁ τοῦ Ααρων ἔλαβεν τῶν ϑυγατέρων Φουτιηλ αὐτῷ γυναῖκα , καὶ ἔτεκεν αὐτῷ τὸν Φινεες . αὗται αἱ ἀρχαὶ πατριᾶς ν κατὰ γενέσεις αὐτῶν . v.26 οὗτος Ααρων καὶ Μωυσῆς , οἷς εἶπεν αὐτοῖς ὁ ϑεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν· v.27 οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου· αὐτὸς Ααρων καὶ ς . v.28 ῟Ηι ἡμέρᾳ ἐλάλησεν κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ , v.29 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ᾽Εγὼ κύριος· λάλησον πρὸς Φαραω βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ . v.30 καὶ εἶπεν Μωυσῆς ἐναντίον κυρίου ᾽Ιδοὺ ἐγὼ ἰσχνόϕωνός εἰμι , καὶ πῶς εἰσακούσεταί μου Φαραω; ch7 v.1 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων ᾽Ιδοὺ δέδωκά σε ϑεὸν Φαραω , καὶ Ααρων ὁ ἀδελϕός σου ἔσται σου προϕήτης· v.2 σὺ δὲ λαλήσεις αὐτῷ πάντα , ὅσα σοι ἐντέλλομαι , ὁ δὲ Ααρων ὁ ἀδελϕός σου λαλήσει πρὸς Φαραω ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς ηλ ἐκ τῆς γῆς αὐτοῦ . v.3 ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραω καὶ πληϑυνῶ τὰ σημεῖά μου καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ . v.4 καὶ οὐκ εἰσακούσεται ὑμῶν Φαραω· καὶ ἐπιβαλῶ τὴν χεῖρά μου ἐπ' Αἴγυπτον καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς σραηλ ἐκ γῆς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλῃ , v.5 καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐκτείνων τὴν χεῖρα ἐπ' Αἴγυπτον , καὶ ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ υ αὐτῶν . v.6 ἐποίησεν δὲ Μωυσῆς καὶ Ααρων , καϑάπερ ἐνετείλατο αὐτοῖς κύριος , οὕτως ἐποίησαν . v.7 Μωυσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα , Ααρων δὲ ὁ ἀδελϕὸς αὐτοῦ ἐτῶν ὀγδοήκοντα τριῶν , ἡνίκα ἐλάλησεν πρὸς Φαραω . v.8 Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων v.9 Καὶ ἐὰν λαλήσῃ πρὸς ὑμᾶς Φαραω λέγων Δότε ἡμῖν σημεῖον ἢ τέρας , καὶ ἐρεῖς Ααρων τῷ ἀδελϕῷ σου Λαβὲ τὴν ῥάβδον καὶ ῥῖψον τὴν ἐπὶ τὴν γῆν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν ϑεραπόντων αὐτοῦ , καὶ ἔσται δράκων . v.10 εἰσῆλϑεν δὲ Μωυσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ τῶν ϑεραπόντων αὐτοῦ καὶ ἐποίησαν οὕτως , καϑάπερ ἐνετείλατο αὐτοῖς · καὶ ἔρριψεν Ααρων τὴν ῥάβδον ἐναντίον Φαραω καὶ ἐναντίον τῶν ϑεραπόντων αὐτοῦ , καὶ ἐγένετο δράκων . v.11 συνεκάλεσεν δὲ Φαραω τοὺς σοϕιστὰς Αἰγύπτου καὶ τοὺς ϕαρμακούς , καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς ς αὐτῶν ὡσαύτως . v.12 καὶ ἔρριψαν ἕκαστος τὴν ῥάβδον αὐτοῦ , καὶ ἐγένοντο δράκοντες· καὶ κατέπιεν ἡ ῥάβδος ἡ Ααρων τὰς ἐκείνων ῥάβδους . v.13 καὶ κατίσχυσεν ἡ καρδία Φαραω , καὶ οὐκ εἰσήκουσεν αὐτῶν , καϑάπερ ἐλάλησεν αὐτοῖς κύριος . v.14 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Βεβάρηται ἡ καρδία Φαραω τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν . v.15 βάδισον πρὸς Φαραω τὸ πρωί· ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ , καὶ στήσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ καὶ ν ῥάβδον τὴν στραϕεῖσαν εἰς ὄϕιν λήμψῃ ἐν τῇ χειρί σου . v.16 καὶ ἐρεῖς πρὸς αὐτόν Κύριος ὁ ϑεὸς τῶν Εβραίων ἀπέσταλκέν με πρὸς σὲ λέγων ᾽Εξαπόστειλον τὸν λαόν μου , ἵνα μοι λατρεύσῃ τῇ ἐρήμῳ· καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου . v.17 τάδε λέγει κύριος ᾽Εν τούτῳ γνώσῃ ὅτι ἐγὼ κύριος· ἰδοὺ ἐγὼ τύπτω τῇ ῥάβδῳ τῇ ἐν τῇ χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ , καὶ μεταβαλεῖ εἰς αἷμα· v.18 καὶ οἱ ἰχϑύες οἱ ἐν τῷ ποταμῷ τελευτήσουσιν , καὶ ἐποζέσει ὁ ποταμός , καὶ οὐ δυνήσονται οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἀπὸ τοῦ αμοῦ . v.19 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἰπὸν Ααρων τῷ ἀδελϕῷ σου Λαβὲ τὴν ῥάβδον σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὰ ὕδατα καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν καὶ ἐπὶ τὰς διώρυγας αὐτῶν καὶ ἐπὶ τὰ ἕλη αὐτῶν καὶ ἐπὶ πᾶν συνεστηκὸς ὕδωρ αὐτῶν , καὶ ἔσται μα . καὶ ἐγένετο αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου ἔν τε τοῖς ξύλοις καὶ ἐν τοῖς λίϑοις . v.20 καὶ ἐποίησαν οὕτως Μωυσῆς καὶ Ααρων , καϑάπερ ἐνετείλατο αὐτοῖς κύριος· καὶ ἐπάρας τῇ ῥάβδῳ αὐτοῦ ἐπάταξεν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ ἐναντίον Φαραω καὶ ἐναντίον τῶν ϑεραπόντων αὐτοῦ καὶ μετέβαλεν πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμα . v.21 καὶ οἱ ἰχϑύες οἱ ἐν τῷ ποταμῷ ἐτελεύτησαν , καὶ ἐπώζεσεν ὁ ποταμός , καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἐκ τοῦ , καὶ ἦν τὸ αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου . v.22 ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς ϕαρμακείαις αὐτῶν· καὶ ἐσκληρύνϑη ἡ καρδία Φαραω , καὶ οὐκ σεν αὐτῶν , καϑάπερ εἶπεν κύριος . v.23 ἐπιστραϕεὶς δὲ Φαραω εἰσῆλϑεν εἰς τὸν οἶκον αὐτοῦ καὶ οὐκ ἐπέστησεν τὸν νοῦν αὐτοῦ οὐδὲ ἐπὶ τούτῳ . v.24 ὤρυξαν δὲ πάντες οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὥστε πιεῖν ὕδωρ , καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ . v.25 καὶ ἀνεπληρώϑησαν ἑπτὰ ἡμέραι μετὰ τὸ πατάξαι κύριον τὸν ποταμόν . v.26 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἴσελϑε πρὸς Φαραω καὶ ἐρεῖς πρὸς αὐτόν Τάδε λέγει κύριος ᾽Εξαπόστειλον τὸν λαόν μου , ἵνα μοι τρεύσωσιν· v.27 εἰ δὲ μὴ βούλει σὺ ἐξαποστεῖλαι , ἰδοὺ ἐγὼ τύπτω πάντα τὰ ὅριά σου τοῖς βατράχοις . v.28 καὶ ἐξερεύξεται ὁ ποταμὸς βατράχους , καὶ ἀναβάντες εἰσελεύσονται εἰς τοὺς οἴκους σου καὶ εἰς τὰ ταμίεια τῶν κοιτώνων σου ὶ ἐπὶ τῶν κλινῶν σου καὶ εἰς τοὺς οἴκους τῶν ϑεραπόντων σου καὶ τοῦ λαοῦ σου καὶ ἐν τοῖς ϕυράμασίν σου καὶ ἐν τοῖς κλιβάνοις · v.29 καὶ ἐπὶ σὲ καὶ ἐπὶ τοὺς ϑεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου ἀναβήσονται οἱ βάτραχοι . ch8 v.1 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἰπὸν Ααρων τῷ ἀδελϕῷ σου ῎Εκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου ἐπὶ τοὺς ποταμοὺς καὶ ἐπὶ τὰς υγας καὶ ἐπὶ τὰ ἕλη καὶ ἀνάγαγε τοὺς βατράχους . v.2 καὶ ἐξέτεινεν Ααρων τὴν χεῖρα ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἀνήγαγεν τοὺς βατράχους· καὶ ἀνεβιβάσϑη ὁ βάτραχος καὶ ἐκάλυψεν ὴν γῆν Αἰγύπτου . v.3 ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς ϕαρμακείαις αὐτῶν καὶ ἀνήγαγον τοὺς βατράχους ἐπὶ γῆν Αἰγύπτου . v.4 καὶ ἐκάλεσεν Φαραω Μωυσῆν καὶ Ααρων καὶ εἶπεν Εὔξασϑε περὶ ἐμοῦ πρὸς κύριον , καὶ περιελέτω τοὺς βατράχους ἀπ' ἐμοῦ καὶ ἀπὸ οῦ ἐμοῦ λαοῦ , καὶ ἐξαποστελῶ τὸν λαόν , καὶ ϑύσωσιν κυρίῳ . v.5 εἶπεν δὲ Μωυσῆς πρὸς Φαραω Τάξαι πρός με , πότε εὔξωμαι περὶ σοῦ καὶ περὶ τῶν ϑεραπόντων σου καὶ περὶ τοῦ λαοῦ σου ἀϕανίσαι ς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ τοῦ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν , πλὴν ἐν τῷ ποταμῷ ὑπολειϕϑήσονται . v.6 ὁ δὲ εἶπεν Εἰς αὔριον . εἶπεν οὖν ῾Ως εἴρηκας· ἵνα εἰδῇς ὅτι οὐκ ἔστιν ἄλλος πλὴν κυρίου· v.7 καὶ περιαιρεϑήσονται οἱ βάτραχοι ἀπὸ σοῦ καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἀπὸ τῶν ϑεραπόντων σου καὶ ἀπὸ ῦ λαοῦ σου , πλὴν ἐν τῷ ποταμῷ ὑπολειϕϑήσονται . v.8 ἐξῆλϑεν δὲ Μωυσῆς καὶ Ααρων ἀπὸ Φαραω· καὶ ἐβόησεν Μωυσῆς πρὸς κύριον περὶ τοῦ ὁρισμοῦ τῶν βατράχων , ὡς ἐτάξατο Φαραω . v.9 ἐποίησεν δὲ κύριος καϑάπερ εἶπεν Μωυσῆς , καὶ ἐτελεύτησαν οἱ βάτραχοι ἐκ τῶν οἰκιῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἐκ τῶν ἀγρῶν· v.10 καὶ συνήγαγον αὐτοὺς ϑιμωνιὰς ϑιμωνιάς , καὶ ὤζεσεν ἡ γῆ . v.11 ἰδὼν δὲ Φαραω ὅτι γέγονεν ἀνάψυξις , ἐβαρύνϑη ἡ καρδία αὐτοῦ , καὶ οὐκ εἰσήκουσεν αὐτῶν , καϑάπερ ἐλάλησεν κύριος . v.12 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἰπὸν Ααρων ῎Εκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου καὶ πάταξον τὸ χῶμα τῆς γῆς , καὶ ἔσονται σκνῖϕες ν τε τοῖς ἀνϑρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ ἐν πάσῃ γῇ Αἰγύπτου . v.13 ἐξέτεινεν οὖν Ααρων τῇ χειρὶ τὴν ῥάβδον καὶ ἐπάταξεν τὸ χῶμα τῆς γῆς , καὶ ἐγένοντο οἱ σκνῖϕες ἔν τε τοῖς ἀνϑρώποις καὶ ἐν τοῖς τετράποσιν , καὶ ἐν παντὶ χώματι τῆς γῆς ἐγένοντο οἱ σκνῖϕες ἐν πάσῃ γῇ Αἰγύπτου . v.14 ἐποιήσαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ ταῖς ϕαρμακείαις αὐτῶν ἐξαγαγεῖν τὸν σκνῖϕα καὶ οὐκ ἠδύναντο . καὶ ἐγένοντο οἱ ς ἐν τοῖς ἀνϑρώποις καὶ ἐν τοῖς τετράποσιν . v.15 εἶπαν οὖν οἱ ἐπαοιδοὶ τῷ Φαραω Δάκτυλος ϑεοῦ ἐστιν τοῦτο . καὶ ἐσκληρύνϑη ἡ καρδία Φαραω , καὶ οὐκ εἰσήκουσεν αὐτῶν , καϑάπερ λάλησεν κύριος . v.16 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ῎Ορϑρισον τὸ πρωὶ καὶ στῆϑι ἐναντίον Φαραω· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται ἐπὶ τὸ ὕδωρ , καὶ πρὸς αὐτόν Τάδε λέγει κύριος ᾽Εξαπόστειλον τὸν λαόν μου , ἵνα μοι λατρεύσωσιν ἐν τῇ ἐρήμῳ· v.17 ἐὰν δὲ μὴ βούλῃ ἐξαποστεῖλαι τὸν λαόν μου , ἰδοὺ ἐγὼ ἐπαποστέλλω ἐπὶ σὲ καὶ ἐπὶ τοὺς ϑεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τοὺς οἴκους ὑμῶν κυνόμυιαν , καὶ πλησϑήσονται αἱ οἰκίαι τῶν Αἰγυπτίων τῆς κυνομυίης καὶ εἰς τὴν γῆν , ἐϕ' ἧς εἰσιν ἐπ' τῆς . v.18 καὶ παραδοξάσω ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν γῆν Γεσεμ , ἐϕ' ἧς ὁ λαός μου ἔπεστιν ἐπ' αὐτῆς , ἐϕ' ἧς οὐκ ἔσται ἐκεῖ ἡ κυνόμυια , ἵνα εἰδῇς ὅτι ἐγώ εἰμι κύριος ὁ κύριος πάσης τῆς γῆς . v.19 καὶ δώσω διαστολὴν ἀνὰ μέσον τοῦ ἐμοῦ λαοῦ καὶ ἀνὰ μέσον τοῦ σοῦ λαοῦ· ἐν δὲ τῇ αὔριον ἔσται τὸ σημεῖον τοῦτο ἐπὶ τῆς . v.20 ἐποίησεν δὲ κύριος οὕτως , καὶ παρεγένετο ἡ κυνόμυια πλῆϑος εἰς τοὺς οἴκους Φαραω καὶ εἰς τοὺς οἴκους τῶν ϑεραπόντων αὐτοῦ αὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου , καὶ ἐξωλεϑρεύϑη ἡ γῆ ἀπὸ τῆς κυνομυίης . v.21 ἐκάλεσεν δὲ Φαραω Μωυσῆν καὶ Ααρων λέγων ᾽Ελϑόντες ϑύσατε τῷ ϑεῷ ὑμῶν ἐν τῇ γῇ . v.22 καὶ εἶπεν Μωυσῆς Οὐ δυνατὸν γενέσϑαι οὕτως· τὰ γὰρ βδελύγματα τῶν Αἰγυπτίων ϑύσομεν κυρίῳ τῷ ϑεῷ ἡμῶν· ἐὰν γὰρ ϑύσωμεν βδελύγματα τῶν Αἰγυπτίων ἐναντίον αὐτῶν , λιϑοβοληϑησόμεϑα . v.23 ὁδὸν τριῶν ἡμερῶν πορευσόμεϑα εἰς τὴν ἔρημον καὶ ϑύσομεν κυρίῳ τῷ ϑεῷ ἡμῶν , καϑάπερ εἶπεν ἡμῖν . v.24 καὶ εἶπεν Φαραω ᾽Εγὼ ἀποστέλλω ὑμᾶς , καὶ ϑύσατε κυρίῳ τῷ ϑεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ , ἀλλ' οὐ μακρὰν ἀποτενεῖτε πορευϑῆναι· σϑε οὖν περὶ ἐμοῦ πρὸς κύριον . v.25 εἶπεν δὲ Μωυσῆς ῞Οδε ἐγὼ ἐξελεύσομαι ἀπὸ σοῦ καὶ εὔξομαι πρὸς τὸν ϑεόν , καὶ ἀπελεύσεται ἡ κυνόμυια ἀπὸ σοῦ καὶ ἀπὸ τῶν ραπόντων σου καὶ τοῦ λαοῦ σου αὔριον· μὴ προσϑῇς ἔτι , Φαραω , ἐξαπατῆσαι τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαὸν ϑῦσαι κυρίῳ . v.26 ἐξῆλϑεν δὲ Μωυσῆς ἀπὸ Φαραω καὶ ηὔξατο πρὸς τὸν ϑεόν· v.27 ἐποίησεν δὲ κύριος καϑάπερ εἶπεν Μωυσῆς , καὶ περιεῖλεν τὴν κυνόμυιαν ἀπὸ Φαραω καὶ τῶν ϑεραπόντων αὐτοῦ καὶ τοῦ λαοῦ , καὶ οὐ κατελείϕϑη οὐδεμία . v.28 καὶ ἐβάρυνεν Φαραω τὴν καρδίαν αὐτοῦ καὶ ἐπὶ τοῦ καιροῦ τούτου καὶ οὐκ ἠϑέλησεν ἐξαποστεῖλαι τὸν λαόν . ch9 v.1 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἴσελϑε πρὸς Φαραω καὶ ἐρεῖς αὐτῷ Τάδε λέγει κύριος ὁ ϑεὸς τῶν Εβραίων ᾽Εξαπόστειλον τὸν λαόν ου , ἵνα μοι λατρεύσωσιν· v.2 εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου , ἀλλ' ἔτι ἐγκρατεῖς αὐτοῦ , v.3 ἰδοὺ χεὶρ κυρίου ἐπέσται ἐν τοῖς κτήνεσίν σου τοῖς ἐν τοῖς πεδίοις , ἔν τε τοῖς ἵπποις καὶ ἐν τοῖς ὑποζυγίοις καὶ ταῖς οις καὶ βουσὶν καὶ προβάτοις , ϑάνατος μέγας σϕόδρα . v.4 καὶ παραδοξάσω ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὰ μέσον τῶν κτηνῶν τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν υἱῶν Ισραηλ· οὐ ευτήσει ἀπὸ πάντων τῶν τοῦ Ισραηλ υἱῶν ῥητόν . v.5 καὶ ἔδωκεν ὁ ϑεὸς ὅρον λέγων ᾽Εν τῇ αὔριον ποιήσει κύριος τὸ ῥῆμα τοῦτο ἐπὶ τῆς γῆς . v.6 καὶ ἐποίησεν κύριος τὸ ῥῆμα τοῦτο τῇ ἐπαύριον , καὶ ἐτελεύτησεν πάντα τὰ κτήνη τῶν Αἰγυπτίων , ἀπὸ δὲ τῶν κτηνῶν τῶν υἱῶν σραηλ οὐκ ἐτελεύτησεν οὐδέν . v.7 ἰδὼν δὲ Φαραω ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν υἱῶν Ισραηλ οὐδέν , ἐβαρύνϑη ἡ καρδία Φαραω , καὶ οὐκ εν τὸν λαόν . v.8 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων Λάβετε ὑμεῖς πλήρεις τὰς χεῖρας αἰϑάλης καμιναίας , καὶ πασάτω Μωυσῆς εἰς τὸν ρανὸν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν ϑεραπόντων αὐτοῦ , v.9 καὶ γενηϑήτω κονιορτὸς ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου , καὶ ἔσται ἐπὶ τοὺς ἀνϑρώπους καὶ ἐπὶ τὰ τετράποδα ἕλκη , ϕλυκτίδες ουσαι , ἔν τε τοῖς ἀνϑρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ ἐν πάσῃ γῇ Αἰγύπτου . v.10 καὶ ἔλαβεν τὴν αἰϑάλην τῆς καμιναίας ἐναντίον Φαραω καὶ ἔπασεν αὐτὴν Μωυσῆς εἰς τὸν οὐρανόν , καὶ ἐγένετο ἕλκη , ϕλυκτίδες ναζέουσαι , ἐν τοῖς ἀνϑρώποις καὶ ἐν τοῖς τετράποσιν . v.11 καὶ οὐκ ἠδύναντο οἱ ϕαρμακοὶ στῆναι ἐναντίον Μωυσῆ διὰ τὰ ἕλκη· ἐγένετο γὰρ τὰ ἕλκη ἐν τοῖς ϕαρμακοῖς καὶ ἐν πάσῃ γῇ πτου . v.12 ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω , καὶ οὐκ εἰσήκουσεν αὐτῶν , καϑὰ συνέταξεν κύριος . v.13 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ῎Ορϑρισον τὸ πρωὶ καὶ στῆϑι ἐναντίον Φαραω καὶ ἐρεῖς πρὸς αὐτόν Τάδε λέγει κύριος ὁ ϑεὸς τῶν βραίων ᾽Εξαπόστειλον τὸν λαόν μου , ἵνα λατρεύσωσίν μοι . v.14 ἐν τῷ γὰρ νῦν καιρῷ ἐγὼ ἐξαποστέλλω πάντα τὰ συναντήματά μου εἰς τὴν καρδίαν σου καὶ τῶν ϑεραπόντων σου καὶ τοῦ λαοῦ σου , ' εἰδῇς ὅτι οὐκ ἔστιν ὡς ἐγὼ ἄλλος ἐν πάσῃ τῇ γῇ . v.15 νῦν γὰρ ἀποστείλας τὴν χεῖρα πατάξω σε καὶ τὸν λαόν σου ϑανάτῳ , καὶ ἐκτριβήσῃ ἀπὸ τῆς γῆς· v.16 καὶ ἕνεκεν τούτου διετηρήϑης , ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου , καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ . v.17 ἔτι οὖν σὺ ἐμποιῇ τοῦ λαοῦ μου τοῦ μὴ ἐξαποστεῖλαι αὐτούς . v.18 ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σϕόδρα , ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀϕ' ἧς ἡμέρας ἔκτισται ἕως ς ἡμέρας ταύτης . v.19 νῦν οὖν κατάσπευσον συναγαγεῖν τὰ κτήνη σου καὶ ὅσα σοί ἐστιν ἐν τῷ πεδίῳ· πάντες γὰρ οἱ ἄνϑρωποι καὶ τὰ κτήνη , ὅσα ἂν ϑῇ ἐν τῷ πεδίῳ καὶ μὴ εἰσέλϑῃ εἰς οἰκίαν , πέσῃ δὲ ἐπ' αὐτὰ ἡ χάλαζα , τελευτήσει . v.20 ὁ ϕοβούμενος τὸ ῥῆμα κυρίου τῶν ϑεραπόντων Φαραω συνήγαγεν τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους· v.21 ὃς δὲ μὴ προσέσχεν τῇ διανοίᾳ εἰς τὸ ῥῆμα κυρίου , ἀϕῆκεν τὰ κτήνη ἐν τοῖς πεδίοις . v.22 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ῎Εκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν , καὶ ἔσται χάλαζα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου , ἐπί τε τοὺς νϑρώπους καὶ τὰ κτήνη καὶ ἐπὶ πᾶσαν βοτάνην τὴν ἐπὶ τῆς γῆς . v.23 ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν , καὶ κύριος ἔδωκεν ϕωνὰς καὶ χάλαζαν , καὶ διέτρεχεν τὸ πῦρ ἐπὶ τῆς γῆς , καὶ βρεξεν κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου . v.24 ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ ϕλογίζον ἐν τῇ χαλάζῃ· ἡ δὲ χάλαζα πολλὴ σϕόδρα σϕόδρα , ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀϕ' γεγένηται ἐπ' αὐτῆς ἔϑνος . v.25 ἐπάταξεν δὲ ἡ χάλαζα ἐν πάσῃ γῇ Αἰγύπτου ἀπὸ ἀνϑρώπου ἕως κτήνους , καὶ πᾶσαν βοτάνην τὴν ἐν τῷ πεδίῳ ἐπάταξεν ἡ χάλαζα , αὶ πάντα τὰ ξύλα τὰ ἐν τοῖς πεδίοις συνέτριψεν ἡ χάλαζα· v.26 πλὴν ἐν γῇ Γεσεμ , οὗ ἦσαν οἱ υἱοὶ Ισραηλ , οὐκ ἐγένετο ἡ χάλαζα . v.27 ἀποστείλας δὲ Φαραω ἐκάλεσεν Μωυσῆν καὶ Ααρων καὶ εἶπεν αὐτοῖς ῾Ημάρτηκα τὸ νῦν· ὁ κύριος δίκαιος , ἐγὼ δὲ καὶ ὁ λαός μου σεβεῖς . v.28 εὔξασϑε οὖν περὶ ἐμοῦ πρὸς κύριον , καὶ παυσάσϑω τοῦ γενηϑῆναι ϕωνὰς ϑεοῦ καὶ χάλαζαν καὶ πῦρ· καὶ ἐξαποστελῶ ὑμᾶς , καὶ έτι προσϑήσεσϑε μένειν . v.29 εἶπεν δὲ αὐτῷ Μωυσῆς ῾Ως ἂν ἐξέλϑω τὴν πόλιν , ἐκπετάσω τὰς χεῖράς μου πρὸς κύριον , καὶ αἱ ϕωναὶ παύσονται , καὶ ἡ χάλαζα ὁ ὑετὸς οὐκ ἔσται ἔτι· ἵνα γνῷς ὅτι τοῦ κυρίου ἡ γῆ . v.30 καὶ σὺ καὶ οἱ ϑεράποντές σου ἐπίσταμαι ὅτι οὐδέπω πεϕόβησϑε τὸν κύριον . v.31 τὸ δὲ λίνον καὶ ἡ κριϑὴ ἐπλήγη· ἡ γὰρ κριϑὴ παρεστηκυῖα , τὸ δὲ λίνον σπερματίζον . v.32 ὁ δὲ πυρὸς καὶ ἡ ὀλύρα οὐκ ἐπλήγη· ὄψιμα γὰρ ἦν . v.33 ἐξῆλϑεν δὲ Μωυσῆς ἀπὸ Φαραω ἐκτὸς τῆς πόλεως καὶ ἐξεπέτασεν τὰς χεῖρας πρὸς κύριον , καὶ αἱ ϕωναὶ ἐπαύσαντο καὶ ἡ χάλαζα , αὶ ὁ ὑετὸς οὐκ ἔσταξεν ἔτι ἐπὶ τὴν γῆν . v.34 ἰδὼν δὲ Φαραω ὅτι πέπαυται ὁ ὑετὸς καὶ ἡ χάλαζα καὶ αἱ ϕωναί , προσέϑετο τοῦ ἁμαρτάνειν καὶ ἐβάρυνεν αὐτοῦ τὴν καρδίαν τῶν ϑεραπόντων αὐτοῦ . v.35 καὶ ἐσκληρύνϑη ἡ καρδία Φαραω , καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ , καϑάπερ ἐλάλησεν κύριος τῷ Μωυσῇ . ch10 v.1 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων Εἴσελϑε πρὸς Φαραω· ἐγὼ γὰρ ἐσκλήρυνα αὐτοῦ τὴν καρδίαν καὶ τῶν ϑεραπόντων αὐτοῦ , ἵνα ῆς ἐπέλϑῃ τὰ σημεῖα ταῦτα ἐπ' αὐτούς· v.2 ὅπως διηγήσησϑε εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις , καὶ τὰ σημεῖά ου , ἃ ἐποίησα ἐν αὐτοῖς , καὶ γνώσεσϑε ὅτι ἐγὼ κύριος . v.3 εἰσῆλϑεν δὲ Μωυσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ εἶπαν αὐτῷ Τάδε λέγει κύριος ὁ ϑεὸς τῶν Εβραίων ῞Εως τίνος οὐ βούλει ῆναί με; ἐξαπόστειλον τὸν λαόν μου , ἵνα λατρεύσωσίν μοι . v.4 ἐὰν δὲ μὴ ϑέλῃς σὺ ἐξαποστεῖλαι τὸν λαόν μου , ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου , v.5 καὶ καλύψει τὴν ὄψιν τῆς γῆς , καὶ οὐ δυνήσῃ κατιδεῖν τὴν γῆν , καὶ κατέδεται πᾶν τὸ περισσὸν τῆς γῆς τὸ καταλειϕϑέν , ὃ πεν ὑμῖν ἡ χάλαζα , καὶ κατέδεται πᾶν ξύλον τὸ ϕυόμενον ὑμῖν ἐπὶ τῆς γῆς· v.6 καὶ πλησϑήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν ϑεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν Αἰγυπτίων , ἃ οὐδέποτε ωράκασιν οἱ πατέρες σου οὐδὲ οἱ πρόπαπποι αὐτῶν ἀϕ' ἧς ἡμέρας γεγόνασιν ἐπὶ τῆς γῆς ἕως τῆς ἡμέρας ταύτης . καὶ ἐκκλίνας ς ἐξῆλϑεν ἀπὸ Φαραω . v.7 καὶ λέγουσιν οἱ ϑεράποντες Φαραω πρὸς αὐτόν ῞Εως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον; ἐξαπόστειλον τοὺς ἀνϑρώπους , ὅπως σιν τῷ ϑεῷ αὐτῶν· ἢ εἰδέναι βούλει ὅτι ἀπόλωλεν Αἴγυπτος; v.8 καὶ ἀπέστρεψαν τόν τε Μωυσῆν καὶ Ααρων πρὸς Φαραω , καὶ εἶπεν αὐτοῖς Πορεύεσϑε καὶ λατρεύσατε τῷ ϑεῷ ὑμῶν· τίνες δὲ καὶ εἰσὶν οἱ πορευόμενοι; v.9 καὶ λέγει Μωυσῆς Σὺν τοῖς νεανίσκοις καὶ πρεσβυτέροις πορευσόμεϑα , σὺν τοῖς υἱοῖς καὶ ϑυγατράσιν καὶ προβάτοις καὶ βουσὶν μῶν· ἔστιν γὰρ ἑορτὴ κυρίου τοῦ ϑεοῦ ἡμῶν . v.10 καὶ εἶπεν πρὸς αὐτούς ῎Εστω οὕτως , κύριος μεϑ' ὑμῶν· καϑότι ἀποστέλλω ὑμᾶς , μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν; ἴδετε ὅτι πονηρία ρόκειται ὑμῖν . v.11 μὴ οὕτως· πορευέσϑωσαν δὲ οἱ ἄνδρες , καὶ λατρεύσατε τῷ ϑεῷ· τοῦτο γὰρ αὐτοὶ ζητεῖτε . ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου . v.12 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ῎Εκτεινον τὴν χεῖρα ἐπὶ γῆν Αἰγύπτου , καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν καὶ κατέδεται πᾶσαν ην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων , ὃν ὑπελίπετο ἡ χάλαζα . v.13 καὶ ἐπῆρεν Μωυσῆς τὴν ῥάβδον εἰς τὸν οὐρανόν , καὶ κύριος ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γῆν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ λην τὴν νύκτα· τὸ πρωὶ ἐγενήϑη , καὶ ὁ ἄνεμος ὁ νότος ἀνέλαβεν τὴν ἀκρίδα v.14 καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου , καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σϕόδρα· προτέρα αὐτῆς οὐ νεν τοιαύτη ἀκρὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως . v.15 καὶ ἐκάλυψεν τὴν ὄψιν τῆς γῆς , καὶ ἐϕϑάρη ἡ γῆ· καὶ κατέϕαγεν πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων , ὃς είϕϑη ἀπὸ τῆς χαλάζης· οὐχ ὑπελείϕϑη χλωρὸν οὐδὲν ἐν τοῖς ξύλοις καὶ ἐν πάσῃ βοτάνῃ τοῦ πεδίου ἐν πάσῃ γῇ Αἰγύπτου . v.16 κατέσπευδεν δὲ Φαραω καλέσαι Μωυσῆν καὶ Ααρων λέγων ῾Ημάρτηκα ἐναντίον κυρίου τοῦ ϑεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς· v.17 προσδέξασϑε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν καὶ προσεύξασϑε πρὸς κύριον τὸν ϑεὸν ὑμῶν , καὶ περιελέτω ἀπ' ἐμοῦ τὸν ϑάνατον ον . v.18 ἐξῆλϑεν δὲ Μωυσῆς ἀπὸ Φαραω καὶ ηὔξατο πρὸς τὸν ϑεόν . v.19 καὶ μετέβαλεν κύριος ἄνεμον ἀπὸ ϑαλάσσης σϕοδρόν , καὶ ἀνέλαβεν τὴν ἀκρίδα καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν ἐρυϑρὰν ϑάλασσαν , ὶ οὐχ ὑπελείϕϑη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου . v.20 καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω , καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ . v.21 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ῎Εκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν , καὶ γενηϑήτω σκότος ἐπὶ γῆν Αἰγύπτου , ψηλαϕητὸν ς . v.22 ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν , καὶ ἐγένετο σκότος γνόϕος ϑύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας , v.23 καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελϕὸν αὐτοῦ τρεῖς ἡμέρας , καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας· πᾶσι δὲ οῖς υἱοῖς Ισραηλ ἦν ϕῶς ἐν πᾶσιν , οἷς κατεγίνοντο . v.24 καὶ ἐκάλεσεν Φαραω Μωυσῆν καὶ Ααρων λέγων Βαδίζετε , λατρεύσατε κυρίῳ τῷ ϑεῷ ὑμῶν· πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ε· καὶ ἡ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεϑ' ὑμῶν . v.25 καὶ εἶπεν Μωυσῆς ᾽Αλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ ϑυσίας , ἃ ποιήσομεν κυρίῳ τῷ ϑεῷ ἡμῶν , v.26 καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεϑ' ἡμῶν , καὶ οὐχ ὑπολειψόμεϑα ὁπλήν· ἀπ' αὐτῶν γὰρ λημψόμεϑα λατρεῦσαι κυρίῳ τῷ ϑεῷ ἡμῶν· μεῖς δὲ οὐκ οἴδαμεν , τί λατρεύσωμεν κυρίῳ τῷ ϑεῷ ἡμῶν , ἕως τοῦ ἐλϑεῖν ἡμᾶς ἐκεῖ . v.27 ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω , καὶ οὐκ ἐβουλήϑη ἐξαποστεῖλαι αὐτούς . v.28 καὶ λέγει Φαραω ῎Απελϑε ἀπ' ἐμοῦ , πρόσεχε σεαυτῷ ἔτι προσϑεῖναι ἰδεῖν μου τὸ πρόσωπον· ᾗ δ' ἂν ἡμέρᾳ ὀϕϑῇς μοι , ἀποϑανῇ . v.29 λέγει δὲ Μωυσῆς Εἴρηκας· οὐκέτι ὀϕϑήσομαί σοι εἰς πρόσωπον . ch11 v.1 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ῎Ετι μίαν πληγὴν ἐπάξω ἐπὶ Φαραω καὶ ἐπ' Αἴγυπτον , καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς ἐντεῦϑεν· ταν δὲ ἐξαποστέλλῃ ὑμᾶς , σὺν παντὶ ἐκβαλεῖ ὑμᾶς ἐκβολῇ . v.2 λάλησον οὖν κρυϕῇ εἰς τὰ ὦτα τοῦ λαοῦ , καὶ αἰτησάτω ἕκαστος παρὰ τοῦ πλησίον καὶ γυνὴ παρὰ τῆς πλησίον σκεύη ἀργυρᾶ καὶ σᾶ καὶ ἱματισμόν . v.3 κύριος δὲ ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων , καὶ ἔχρησαν αὐτοῖς· καὶ ὁ ἄνϑρωπος Μωυσῆς μέγας ἐγενήϑη όδρα ἐναντίον τῶν Αἰγυπτίων καὶ ἐναντίον Φαραω καὶ ἐναντίον πάντων τῶν ϑεραπόντων αὐτοῦ . v.4 Καὶ εἶπεν Μωυσῆς Τάδε λέγει κύριος Περὶ μέσας νύκτας ἐγὼ εἰσπορεύομαι εἰς μέσον Αἰγύπτου , v.5 καὶ τελευτήσει πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκου Φαραω , ὃς κάϑηται ἐπὶ τοῦ ϑρόνου , καὶ ἕως πρωτοτόκου τῆς νης τῆς παρὰ τὸν μύλον καὶ ἕως πρωτοτόκου παντὸς κτήνους , v.6 καὶ ἔσται κραυγὴ μεγάλη κατὰ πᾶσαν γῆν Αἰγύπτου , ἥτις τοιαύτη οὐ γέγονεν καὶ τοιαύτη οὐκέτι προστεϑήσεται . v.7 καὶ ἐν πᾶσι τοῖς υἱοῖς Ισραηλ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπὸ ἀνϑρώπου ἕως κτήνους , ὅπως εἰδῇς ὅσα παραδοξάσει κύριος νὰ μέσον τῶν Αἰγυπτίων καὶ τοῦ Ισραηλ . v.8 καὶ καταβήσονται πάντες οἱ παῖδές σου οὗτοι πρός με καὶ προκυνήσουσίν με λέγοντες ῎Εξελϑε σὺ καὶ πᾶς ὁ λαός σου , οὗ σὺ · καὶ μετὰ ταῦτα ἐξελεύσομαι . ἐξῆλϑεν δὲ Μωυσῆς ἀπὸ Φαραω μετὰ ϑυμοῦ . v.9 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Οὐκ εἰσακούσεται ὑμῶν Φαραω , ἵνα πληϑύνων πληϑύνω μου τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ . v.10 Μωυσῆς δὲ καὶ Ααρων ἐποίησαν πάντα τὰ σημεῖα καὶ τὰ τέρατα ταῦτα ἐν γῇ Αἰγύπτῳ ἐναντίον Φαραω· ἐσκλήρυνεν δὲ κύριος τὴν ρδίαν Φαραω , καὶ οὐκ ἠϑέλησεν ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου . ch12 v.1 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων ἐν γῇ Αἰγύπτου λέγων v.2 ῾Ο μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν , πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶν τοῦ ἐνιαυτοῦ . v.3 λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ λέγων Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ' οἴκους πατριῶν , αστος πρόβατον κατ' οἰκίαν . v.4 ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν οἱ ἐν τῇ οἰκίᾳ ὥστε μὴ ἱκανοὺς εἶναι εἰς πρόβατον , συλλήμψεται μεϑ' ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον ὐτοῦ κατὰ ἀριϑμὸν ψυχῶν· ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριϑμήσεται εἰς πρόβατον . v.5 πρόβατον τέλειον ἄρσεν ἐνιαύσιον ἔσται ὑμῖν· ἀπὸ τῶν ἀρνῶν καὶ τῶν ἐρίϕων λήμψεσϑε . v.6 καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου , καὶ σϕάξουσιν αὐτὸ πᾶν τὸ πλῆϑος συναγωγῆς Ισραηλ πρὸς ἑσπέραν . v.7 καὶ λήμψονται ἀπὸ τοῦ αἵματος καὶ ϑήσουσιν ἐπὶ τῶν δύο σταϑμῶν καὶ ἐπὶ τὴν ϕλιὰν ἐν τοῖς οἴκοις , ἐν οἷς ἐὰν ϕάγωσιν αὐτὰ ν αὐτοῖς . v.8 καὶ ϕάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ· ὀπτὰ πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται . v.9 οὐκ ἔδεσϑε ἀπ' αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι , ἀλλ' ἢ ὀπτὰ πυρί , κεϕαλὴν σὺν τοῖς ποσὶν καὶ τοῖς ἐνδοσϑίοις . v.10 οὐκ ἀπολείψετε ἀπ' αὐτοῦ ἕως πρωὶ καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ· τὰ δὲ καταλειπόμενα ἀπ' αὐτοῦ ἕως πρωὶ ἐν πυρὶ αύσετε . v.11 οὕτως δὲ ϕάγεσϑε αὐτό· αἱ ὀσϕύες ὑμῶν περιεζωσμέναι , καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν , καὶ αἱ βακτηρίαι ἐν ταῖς ὑμῶν· καὶ ἔδεσϑε αὐτὸ μετὰ σπουδῆς· πασχα ἐστὶν κυρίῳ . v.12 καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνϑρώπου ἕως κτήνους καὶ πᾶσι τοῖς ϑεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ κύριος . v.13 καὶ ἔσται τὸ αἷμα ὑμῖν ἐν σημείῳ ἐπὶ τῶν οἰκιῶν , ἐν αἷς ὑμεῖς ἐστε ἐκεῖ , καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς , καὶ οὐκ αι ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι , ὅταν παίω ἐν γῇ Αἰγύπτῳ . v.14 καὶ ἔσται ἡ ἡμέρα ὑμῖν αὕτη μνημόσυνον , καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν· νόμιμον αἰώνιον τάσετε αὐτήν . v.15 ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσϑε , ἀπὸ δὲ τῆς ἡμέρας τῆς πρώτης ἀϕανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν· πᾶς , ὃς ἂν ϕάγῃ ζύμην , ρευϑήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ισραηλ ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἑβδόμης . v.16 καὶ ἡ ἡμέρα ἡ πρώτη κληϑήσεται ἁγία , καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν ῖς , πλὴν ὅσα ποιηϑήσεται πάσῃ ψυχῇ , τοῦτο μόνον ποιηϑήσεται ὑμῖν . v.17 καὶ ϕυλάξεσϑε τὴν ἐντολὴν ταύτην· ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξάξω τὴν δύναμιν ὑμῶν ἐκ γῆς Αἰγύπτου , καὶ ποιήσετε τὴν ταύτην εἰς γενεὰς ὑμῶν νόμιμον αἰώνιον . v.18 ἐναρχομένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου ἀϕ' ἑσπέρας ἔδεσϑε ἄζυμα ἕως ἡμέρας μιᾶς καὶ εἰκάδος τοῦ ὸς ἕως ἑσπέρας . v.19 ἑπτὰ ἡμέρας ζύμη οὐχ εὑρεϑήσεται ἐν ταῖς οἰκίαις ὑμῶν· πᾶς , ὃς ἂν ϕάγῃ ζυμωτόν , ἐξολεϑρευϑήσεται ἡ ψυχὴ ἐκείνη ἐκ γῆς Ισραηλ ἔν τε τοῖς γειώραις καὶ αὐτόχϑοσιν τῆς γῆς· v.20 πᾶν ζυμωτὸν οὐκ ἔδεσϑε , ἐν παντὶ δὲ κατοικητηρίῳ ὑμῶν ἔδεσϑε ἄζυμα . v.21 ᾽Εκάλεσεν δὲ Μωυσῆς πᾶσαν γερουσίαν υἱῶν Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς ᾽Απελϑόντες λάβετε ὑμῖν ἑαυτοῖς πρόβατον κατὰ νείας ὑμῶν καὶ ϑύσατε τὸ πασχα . v.22 λήμψεσϑε δὲ δεσμὴν ὑσσώπου καὶ βάψαντες ἀπὸ τοῦ αἵματος τοῦ παρὰ τὴν ϑύραν καϑίξετε τῆς ϕλιᾶς καὶ ἐπ' ἀμϕοτέρων τῶν ν ἀπὸ τοῦ αἵματος , ἐστιν παρὰ τὴν ϑύραν· ὑμεῖς δὲ οὐκ ἐξελεύσεσϑε ἕκαστος τὴν ϑύραν τοῦ οἴκου αὐτοῦ ἕως πρωί . v.23 καὶ παρελεύσεται κύριος πατάξαι τοὺς Αἰγυπτίους καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς ϕλιᾶς καὶ ἐπ' ἀμϕοτέρων τῶν σταϑμῶν , καὶ σεται κύριος τὴν ϑύραν καὶ οὐκ ἀϕήσει τὸν ὀλεϑρεύοντα εἰσελϑεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι . v.24 καὶ ϕυλάξεσϑε τὸ ῥῆμα τοῦτο νόμιμον σεαυτῷ καὶ τοῖς υἱοῖς σου ἕως αἰῶνος . v.25 ἐὰν δὲ εἰσέλϑητε εἰς τὴν γῆν , ἣν ἂν δῷ κύριος ὑμῖν , καϑότι ἐλάλησεν , ϕυλάξεσϑε τὴν λατρείαν ταύτην . v.26 καὶ ἔσται , ἐὰν λέγωσιν πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν Τίς ἡ λατρεία αὕτη; v.27 καὶ ἐρεῖτε αὐτοῖς Θυσία τὸ πασχα τοῦτο κυρίῳ , ὡς ἐσκέπασεν τοὺς οἴκους τῶν υἱῶν Ισραηλ ἐν Αἰγύπτῳ , ἡνίκα ἐπάταξεν τοὺς γυπτίους , τοὺς δὲ οἴκους ἡμῶν ἐρρύσατο . καὶ κύψας ὁ λαὸς προσεκύνησεν . v.28 καὶ ἀπελϑόντες ἐποίησαν οἱ υἱοὶ Ισραηλ καϑὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ Ααρων , οὕτως ἐποίησαν . v.29 ᾽Εγενήϑη δὲ μεσούσης τῆς νυκτὸς καὶ κύριος ἐπάταξεν πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκου Φαραω τοῦ καϑημένου ἐπὶ οῦ ϑρόνου ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ καὶ ἕως πρωτοτόκου παντὸς κτήνους . v.30 καὶ ἀναστὰς Φαραω νυκτὸς καὶ πάντες οἱ ϑεράποντες αὐτοῦ καὶ πάντες οἱ Αἰγύπτιοι καὶ ἐγενήϑη κραυγὴ μεγάλη ἐν πάσῃ γῇ πτῳ· οὐ γὰρ ἦν οἰκία , ἐν ᾗ οὐκ ἦν ἐν αὐτῇ τεϑνηκώς . v.31 καὶ ἐκάλεσεν Φαραω Μωυσῆν καὶ Ααρων νυκτὸς καὶ εἶπεν αὐτοῖς ᾽Ανάστητε καὶ ἐξέλϑατε ἐκ τοῦ λαοῦ μου καὶ ὑμεῖς καὶ οἱ υἱοὶ σραηλ· βαδίζετε καὶ λατρεύσατε κυρίῳ τῷ ϑεῷ ὑμῶν , καϑὰ λέγετε· v.32 καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑμῶν ἀναλαβόντες πορεύεσϑε , εὐλογήσατε δὲ κἀμέ . v.33 καὶ κατεβιάζοντο οἱ Αἰγύπτιοι τὸν λαὸν σπουδῇ ἐκβαλεῖν αὐτοὺς ἐκ τῆς γῆς· εἶπαν γὰρ ὅτι Πάντες ἡμεῖς ἀποϑνῄσκομεν . v.34 ἀνέλαβεν δὲ ὁ λαὸς τὸ σταῖς πρὸ τοῦ ζυμωϑῆναι , τὰ ϕυράματα αὐτῶν ἐνδεδεμένα ἐν τοῖς ἱματίοις αὐτῶν ἐπὶ τῶν ὤμων . v.35 οἱ δὲ υἱοὶ Ισραηλ ἐποίησαν καϑὰ συνέταξεν αὐτοῖς Μωυσῆς , καὶ ᾔτησαν παρὰ τῶν Αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ όν· v.36 καὶ κύριος ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων , καὶ ἔχρησαν αὐτοῖς· καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους . v.37 ᾽Απάραντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ Ραμεσση εἰς Σοκχωϑα εἰς ἑξακοσίας χιλιάδας πεζῶν οἱ ἄνδρες πλὴν τῆς ἀποσκευῆς , v.38 καὶ ἐπίμικτος πολὺς συνανέβη αὐτοῖς καὶ πρόβατα καὶ βόες καὶ κτήνη πολλὰ σϕόδρα . v.39 καὶ ἔπεψαν τὸ σταῖς , ὃ ἐξήνεγκαν ἐξ Αἰγύπτου , ἐγκρυϕίας ἀζύμους· οὐ γὰρ ἐζυμώϑη· ἐξέβαλον γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι , καὶ κ ἠδυνήϑησαν ἐπιμεῖναι οὐδὲ ἐπισιτισμὸν ἐποίησαν ἑαυτοῖς εἰς τὴν ὁδόν . v.40 ἡ δὲ κατοίκησις τῶν υἱῶν Ισραηλ , ἣν κατῴκησαν ἐν γῇ Αἰγύπτῳ καὶ ἐν γῇ Χανααν , ἔτη τετρακόσια τριάκοντα , v.41 καὶ ἐγένετο μετὰ τὰ τετρακόσια τριάκοντα ἔτη ἐξῆλϑεν πᾶσα ἡ δύναμις κυρίου ἐκ γῆς Αἰγύπτου . v.42 νυκτὸς προϕυλακή ἐστιν τῷ κυρίῳ ὥστε ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ἐκείνη ἡ νὺξ αὕτη προϕυλακὴ κυρίῳ ὥστε πᾶσι τοῖς υἱοῖς Ισραηλ εἶναι εἰς γενεὰς αὐτῶν . v.43 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων Οὗτος ὁ νόμος τοῦ πασχα· πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτοῦ· v.44 καὶ πᾶν οἰκέτην τινὸς ἢ ἀργυρώνητον περιτεμεῖς αὐτόν , καὶ τότε ϕάγεται ἀπ' αὐτοῦ· v.45 πάροικος ἢ μισϑωτὸς οὐκ ἔδεται ἀπ' αὐτοῦ . v.46 ἐν οἰκίᾳ μιᾷ βρωϑήσεται , καὶ οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας τῶν κρεῶν ἔξω· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ . v.47 πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ποιήσει αὐτό . v.48 ἐὰν δέ τις προσέλϑῃ πρὸς ὑμᾶς προσήλυτος ποιῆσαι τὸ πασχα κυρίῳ , περιτεμεῖς αὐτοῦ πᾶν ἀρσενικόν , καὶ τότε προσελεύσεται ιῆσαι αὐτὸ καὶ ἔσται ὥσπερ καὶ ὁ αὐτόχϑων τῆς γῆς· πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπ' αὐτοῦ . v.49 νόμος εἷς ἔσται τῷ ἐγχωρίῳ καὶ τῷ προσελϑόντι προσηλύτῳ ἐν ὑμῖν . v.50 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καϑὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ Ααρων πρὸς αὐτούς , οὕτως ἐποίησαν . v.51 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξήγαγεν κύριος τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν .