Ex 20-25 (TLG/Rahlfs) 20 . (1.) Καὶ ἐλάλησεν κύριος πάντας τοὺς λόγους τούτους λέγων (2.) Ἐγώ εἰμι κύριος ὁ θεός σου , ὅστις ἐξήγαγόν σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας . (3.) οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ . — (4.) οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα , ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς . (5.) οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς· @1 ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου , θεὸς ζηλωτὴς ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσίν με (6.) καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσίν με καὶ τοῖς φυλάσσουσιν τὰ προστάγματά μου . — (7.) οὐ λήμψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ . — (8.) μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν . (9.) ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου· (10.) τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα κυρίῳ τῷ θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον , σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου , ὁ παῖς σου καὶ ἡ παιδίσκη σου , ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί . (11.) ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς καὶ κατέπαυσεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· διὰ τοῦτο εὐλόγησεν κύριος τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν . — (12.) τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα , ἵνα εὖ σοι γένηται , καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς , ἧς κύριος ὁ θεός σου δίδωσίν σοι . — (13.) οὐ μοιχεύσεις . — (14.) οὐ κλέψεις . — (15.) οὐ φονεύσεις . — (16.) οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ . — (17.) οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου . οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε ὅσα τῷ πλησίον σού ἐστιν . (5) (18.) Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν καὶ τὰς λαμπάδας καὶ τὴν φωνὴν τῆς σάλπιγγος καὶ τὸ ὄρος τὸ καπνίζον· φοβηθέντες δὲ πᾶς ὁ λαὸς ἔστησαν μακρόθεν . (19.) καὶ εἶπαν πρὸς Μωυσῆν Λάλησον σὺ ἡμῖν , καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός , μήποτε ἀποθάνωμεν . (20.) καὶ λέγει αὐτοῖς Μωυσῆς Θαρσεῖτε· ἕνεκεν γὰρ τοῦ πειράσαι ὑμᾶς παρεγενήθη ὁ θεὸς πρὸς ὑμᾶς , ὅπως ἂν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν , ἵνα μὴ ἁμαρτάνητε . (21.) εἱστήκει δὲ ὁ λαὸς μακρόθεν , Μωυσῆς δὲ εἰσῆλθεν εἰς τὸν γνόφον , οὗ ἦν ὁ θεός . (22.) Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Τάδε ἐρεῖς τῷ οἴκῳ Ιακωβ καὶ ἀναγγελεῖς τοῖς υἱοῖς Ισραηλ Ὑμεῖς ἑωράκατε ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς· (23.) οὐ ποιήσετε ἑαυτοῖς θεοὺς ἀργυροῦς καὶ θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν αὐτοῖς . (24.) θυσιαστήριον ἐκ @1 γῆς ποιήσετέ μοι καὶ θύσετε ἐπ’ αὐτοῦ τὰ ὁλοκαυτώματα καὶ τὰ σωτήρια ὑμῶν , τὰ πρόβατα καὶ τοὺς μόσχους ὑμῶν ἐν παντὶ τόπῳ , οὗ ἐὰν ἐπονομάσω τὸ ὄνομά μου ἐκεῖ , καὶ ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε . (25.) ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι , οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς· τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπ’ αὐτούς , καὶ μεμίανται . (26.) οὐκ ἀναβήσῃ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσιαστήριόν μου , ὅπως ἂν μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ’ αὐτοῦ . 21 . (1.) Καὶ ταῦτα τὰ δικαιώματα , ἃ παραθήσεις ἐνώπιον αὐτῶν . (2.) ἐὰν κτήσῃ παῖδα Εβραῖον , ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἑβδόμῳ ἔτει ἀπελεύσεται ἐλεύθερος δωρεάν . (3.) ἐὰν αὐτὸς μόνος εἰσέλθῃ , καὶ μόνος ἐξελεύσεται· ἐὰν δὲ γυνὴ συνεισέλθῃ μετ’ αὐτοῦ , ἐξελεύσεται καὶ ἡ γυνὴ μετ’ αὐτοῦ . (4.) ἐὰν δὲ ὁ κύριος δῷ αὐτῷ γυναῖκα , καὶ τέκῃ αὐτῷ υἱοὺς ἢ θυγατέρας , ἡ γυνὴ καὶ τὰ παιδία ἔσται τῷ κυρίῳ αὐτοῦ , αὐτὸς δὲ μόνος ἐξελεύσεται . (5.) ἐὰν δὲ ἀποκριθεὶς εἴπῃ ὁ παῖς Ἠγάπηκα τὸν κύριόν μου καὶ τὴν γυναῖκα καὶ τὰ παιδία , οὐκ ἀποτρέχω ἐλεύθερος· (6.) προσάξει αὐτὸν ὁ κύριος αὐτοῦ πρὸς τὸ κριτήριον τοῦ θεοῦ καὶ τότε προσάξει αὐτὸν ἐπὶ τὴν θύραν ἐπὶ τὸν σταθμόν , καὶ τρυπήσει αὐτοῦ ὁ κύριος τὸ οὖς τῷ ὀπητίῳ , καὶ δουλεύσει αὐτῷ εἰς τὸν αἰῶνα . — (7.) ἐὰν δέ τις ἀποδῶται τὴν ἑαυτοῦ θυγατέρα οἰκέτιν , οὐκ ἀπελεύσεται ὥσπερ ἀποτρέχουσιν αἱ δοῦλαι . (8.) ἐὰν μὴ εὐαρεστήσῃ τῷ κυρίῳ αὐτῆς ἣν αὑτῷ καθωμολογήσατο , ἀπολυτρώσει αὐτήν· ἔθνει δὲ ἀλλοτρίῳ οὐ κύριός ἐστιν πωλεῖν αὐτήν , ὅτι ἠθέτησεν ἐν αὐτῇ . (9.) ἐὰν δὲ τῷ υἱῷ καθομολογήσηται αὐτήν , κατὰ τὸ δικαίωμα τῶν θυγατέρων ποιήσει αὐτῇ . (10.) ἐὰν δὲ ἄλλην λάβῃ ἑαυτῷ , τὰ δέοντα καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν αὐτῆς οὐκ ἀποστερήσει . (11.) ἐὰν δὲ τὰ τρία ταῦτα μὴ ποιήσῃ αὐτῇ , ἐξελεύσεται δωρεὰν ἄνευ ἀργυρίου . (12.) Ἐὰν δὲ πατάξῃ τίς τινα , καὶ ἀποθάνῃ , θανάτῳ θανατούσθω· (13.) ὁ δὲ οὐχ ἑκών , ἀλλὰ ὁ θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ , δώσω σοι τόπον , οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας . (14.) ἐὰν δέ τις ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ , ἀπὸ τοῦ θυσιαστηρίου μου λήμψῃ αὐτὸν θανατῶσαι . — (15.) ὃς τύπτει πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ , θανάτῳ θανατούσθω . (16.) ὁ κακολογῶν πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ τελευτήσει θανάτῳ . — (17.) ὃς ἐὰν κλέψῃ @1 τίς τινα τῶν υἱῶν Ισραηλ καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται , καὶ εὑρεθῇ ἐν αὐτῷ , θανάτῳ τελευτάτω . — (18.) ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες καὶ πατάξῃ τις τὸν πλησίον λίθῳ ἢ πυγμῇ , καὶ μὴ ἀποθάνῃ , κατακλιθῇ δὲ ἐπὶ τὴν κοίτην , (19.) ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου , ἀθῷος ἔσται ὁ πατάξας· πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτείσει καὶ τὰ ἰατρεῖα . — (20.) ἐὰν δέ τις πατάξῃ τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ , καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ , δίκῃ ἐκδικηθήτω . (21.) ἐὰν δὲ διαβιώσῃ ἡμέραν μίαν ἢ δύο , οὐκ ἐκδικηθήσεται· τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστιν . — (22.) ἐὰν δὲ μάχωνται δύο ἄνδρες καὶ πατάξωσιν γυναῖκα ἐν γαστρὶ ἔχουσαν , καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον , ἐπιζήμιον ζημιωθήσεται· καθότι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικός , δώσει μετὰ ἀξιώματος· (23.) ἐὰν δὲ ἐξεικονισμένον ἦν , δώσει ψυχὴν ἀντὶ ψυχῆς , (24.) ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ , ὀδόντα ἀντὶ ὀδόντος , χεῖρα ἀντὶ χειρός , πόδα ἀντὶ ποδός , (25.) κατάκαυμα ἀντὶ κατακαύματος , τραῦμα ἀντὶ τραύματος , μώλωπα ἀντὶ μώλωπος . — (26.) ἐὰν δέ τις πατάξῃ τὸν ὀφθαλμὸν τοῦ οἰκέτου αὐτοῦ ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ καὶ ἐκτυφλώσῃ , ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν . (27.) ἐὰν δὲ τὸν ὀδόντα τοῦ οἰκέτου ἢ τὸν ὀδόντα τῆς θεραπαίνης αὐτοῦ ἐκκόψῃ , ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀδόντος αὐτῶν . (28.) Ἐὰν δὲ κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα , καὶ ἀποθάνῃ , λίθοις λιθοβοληθήσεται ὁ ταῦρος , καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ· ὁ δὲ κύριος τοῦ ταύρου ἀθῷος ἔσται . (29.) ἐὰν δὲ ὁ ταῦρος κερατιστὴς ᾖ πρὸ τῆς ἐχθὲς καὶ πρὸ τῆς τρίτης , καὶ διαμαρτύρωνται τῷ κυρίῳ αὐτοῦ , καὶ μὴ ἀφανίσῃ αὐτόν , ἀνέλῃ δὲ ἄνδρα ἢ γυναῖκα , ὁ ταῦρος λιθοβοληθήσεται , καὶ ὁ κύριος αὐτοῦ προσαποθανεῖται . (30.) ἐὰν δὲ λύτρα ἐπιβληθῇ αὐτῷ , δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ ὅσα ἐὰν ἐπιβάλωσιν αὐτῷ . (31.) ἐὰν δὲ υἱὸν ἢ θυγατέρα κερατίσῃ , κατὰ τὸ δικαίωμα τοῦτο ποιήσουσιν αὐτῷ . (32.) ἐὰν δὲ παῖδα κερατίσῃ ὁ ταῦρος ἢ παιδίσκην , ἀργυρίου τριάκοντα δίδραχμα δώσει τῷ κυρίῳ αὐτῶν , καὶ ὁ ταῦρος λιθοβοληθήσεται . — (33.) ἐὰν δέ τις ἀνοίξῃ λάκκον ἢ λατομήσῃ λάκκον καὶ μὴ καλύψῃ αὐτόν , καὶ ἐμπέσῃ ἐκεῖ μόσχος ἢ ὄνος , (34.) ὁ κύριος τοῦ λάκκου ἀποτείσει· ἀργύριον δώσει τῷ κυρίῳ αὐτῶν , τὸ δὲ τετελευτηκὸς αὐτῷ ἔσται . — (35.) ἐὰν δὲ κερατίσῃ τινὸς ταῦρος τὸν ταῦρον τοῦ πλησίον , καὶ τελευτήσῃ , ἀποδώσονται τὸν ταῦρον τὸν ζῶντα καὶ διελοῦνται τὸ @1 ἀργύριον αὐτοῦ καὶ τὸν ταῦρον τὸν τεθνηκότα διελοῦνται . (36.) ἐὰν δὲ γνωρίζηται ὁ ταῦρος ὅτι κερατιστής ἐστιν πρὸ τῆς ἐχθὲς καὶ πρὸ τῆς τρίτης ἡμέρας , καὶ διαμεμαρτυρημένοι ὦσιν τῷ κυρίῳ αὐτοῦ , καὶ μὴ ἀφανίσῃ αὐτόν , ἀποτείσει ταῦρον ἀντὶ ταύρου , ὁ δὲ τετελευτηκὼς αὐτῷ ἔσται . (5) (37.) Ἐὰν δέ τις κλέψῃ μόσχον ἢ πρόβατον καὶ σφάξῃ αὐτὸ ἢ ἀποδῶται , πέντε μόσχους ἀποτείσει ἀντὶ τοῦ μόσχου καὶ τέσσαρα πρόβατα ἀντὶ τοῦ προβάτου . 22.(1.) ἐὰν δὲ ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης καὶ πληγεὶς ἀποθάνῃ , οὐκ ἔστιν αὐτῷ φόνος· (2.) ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος ἐπ’ αὐτῷ , ἔνοχός ἐστιν , ἀνταποθανεῖται . ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ , πραθήτω ἀντὶ τοῦ κλέμματος . (3.) ἐὰν δὲ καταλημφθῇ , καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα ἀπό τε ὄνου ἕως προβάτου ζῶντα , διπλᾶ αὐτὰ ἀποτείσει . — (4.) ἐὰν δὲ καταβοσκήσῃ τις ἀγρὸν ἢ ἀμπελῶνα καὶ ἀφῇ τὸ κτῆνος αὐτοῦ καταβοσκῆσαι ἀγρὸν ἕτερον , ἀποτείσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ γένημα αὐτοῦ· ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήσῃ , τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ καὶ τὰ βέλτιστα τοῦ ἀμπελῶνος αὐτοῦ ἀποτείσει . — (5.) ἐὰν δὲ ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας καὶ προσεμπρήσῃ ἅλωνα ἢ στάχυς ἢ πεδίον , ἀποτείσει ὁ τὸ πῦρ ἐκκαύσας . — (6.) ἐὰν δέ τις δῷ τῷ πλησίον ἀργύριον ἢ σκεύη φυλάξαι , καὶ κλαπῇ ἐκ τῆς οἰκίας τοῦ ἀνθρώπου , ἐὰν εὑρεθῇ ὁ κλέψας , ἀποτείσει διπλοῦν· (7.) ἐὰν δὲ μὴ εὑρεθῇ ὁ κλέψας , προσελεύσεται ὁ κύριος τῆς οἰκίας ἐνώπιον τοῦ θεοῦ καὶ ὀμεῖται ἦ μὴν μὴ αὐτὸς πεπονηρεῦσθαι ἐφ’ ὅλης τῆς παρακαταθήκης τοῦ πλησίον . (8.) κατὰ πᾶν ῥητὸν ἀδίκημα περί τε μόσχου καὶ ὑποζυγίου καὶ προβάτου καὶ ἱματίου καὶ πάσης ἀπωλείας τῆς ἐγκαλουμένης , ὅ τι οὖν ἂν ᾖ , ἐνώπιον τοῦ θεοῦ ἐλεύσεται ἡ κρίσις ἀμφοτέρων , καὶ ὁ ἁλοὺς διὰ τοῦ θεοῦ ἀποτείσει διπλοῦν τῷ πλησίον . — (9.) ἐὰν δέ τις δῷ τῷ πλησίον ὑποζύγιον ἢ μόσχον ἢ πρόβατον ἢ πᾶν κτῆνος φυλάξαι , καὶ συντριβῇ ἢ τελευτήσῃ ἢ αἰχμάλωτον γένηται , καὶ μηδεὶς γνῷ , (10.) ὅρκος ἔσται τοῦ θεοῦ ἀνὰ μέσον ἀμφοτέρων ἦ μὴν μὴ αὐτὸν πεπονηρεῦσθαι καθ’ ὅλης τῆς παρακαταθήκης τοῦ πλησίον· καὶ οὕτως προσδέξεται ὁ κύριος αὐτοῦ , καὶ οὐκ ἀποτείσει . (11.) ἐὰν δὲ κλαπῇ παρ’ αὐτοῦ , ἀποτείσει τῷ κυρίῳ . (12.) ἐὰν δὲ θηριάλωτον γένηται , ἄξει αὐτὸν ἐπὶ τὴν θήραν καὶ οὐκ ἀποτείσει . — (13.) ἐὰν δὲ αἰτήσῃ τις παρὰ τοῦ πλησίον , καὶ συντριβῇ ἢ ἀποθάνῃ ἢ αἰχμάλωτον γένηται , ὁ δὲ κύριος μὴ ᾖ μετ’ αὐτοῦ , ἀποτείσει· (14.) ἐὰν @1 δὲ ὁ κύριος ᾖ μετ’ αὐτοῦ , οὐκ ἀποτείσει· ἐὰν δὲ μισθωτὸς ᾖ , ἔσται αὐτῷ ἀντὶ τοῦ μισθοῦ αὐτοῦ . (15.) Ἐὰν δὲ ἀπατήσῃ τις παρθένον ἀμνήστευτον καὶ κοιμηθῇ μετ’ αὐτῆς , φερνῇ φερνιεῖ αὐτὴν αὐτῷ γυναῖκα . (16.) ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ καὶ μὴ βούληται ὁ πατὴρ αὐτῆς δοῦναι αὐτὴν αὐτῷ γυναῖκα , ἀργύριον ἀποτείσει τῷ πατρὶ καθ’ ὅσον ἐστὶν ἡ φερνὴ τῶν παρθένων . — (17.) φαρμακοὺς οὐ περιποιήσετε . — (18.) πᾶν κοιμώμενον μετὰ κτήνους , θανάτῳ ἀποκτενεῖτε αὐτούς . — (19.) ὁ θυσιάζων θεοῖς θανάτῳ ὀλεθρευθήσεται πλὴν κυρίῳ μόνῳ . (20.) Καὶ προσήλυτον οὐ κακώσετε οὐδὲ μὴ θλίψητε αὐτόν· ἦτε γὰρ προσήλυτοι ἐν γῇ Αἰγύπτῳ . — (21.) πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε· (22.) ἐὰν δὲ κακίᾳ κακώσητε αὐτοὺς καὶ κεκράξαντες καταβοήσωσι πρός με , ἀκοῇ εἰσακούσομαι τῆς φωνῆς αὐτῶν (23.) καὶ ὀργισθήσομαι θυμῷ καὶ ἀποκτενῶ ὑμᾶς μαχαίρᾳ , καὶ ἔσονται αἱ γυναῖκες ὑμῶν χῆραι καὶ τὰ παιδία ὑμῶν ὀρφανά . — (24.) ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ ἀδελφῷ τῷ πενιχρῷ παρὰ σοί , οὐκ ἔσῃ αὐτὸν κατεπείγων , οὐκ ἐπιθήσεις αὐτῷ τόκον . (25.) ἐὰν δὲ ἐνεχύρασμα ἐνεχυράσῃς τὸ ἱμάτιον τοῦ πλησίον , πρὸ δυσμῶν ἡλίου ἀποδώσεις αὐτῷ· (26.) ἔστιν γὰρ τοῦτο περιβόλαιον αὐτοῦ , μόνον τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ· ἐν τίνι κοιμηθήσεται ; ἐὰν οὖν καταβοήσῃ πρός με , εἰσακούσομαι αὐτοῦ· ἐλεήμων γάρ εἰμι . — (27.) θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς . — (28.) ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ σου οὐ καθυστερήσεις· τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί . (29.) οὕτως ποιήσεις τὸν μόσχον σου καὶ τὸ πρόβατόν σου καὶ τὸ ὑποζύγιόν σου· ἑπτὰ ἡμέρας ἔσται ὑπὸ τὴν μητέρα , τῇ δὲ ὀγδόῃ ἡμέρᾳ ἀποδώσεις μοι αὐτό . — (30.) καὶ ἄνδρες ἅγιοι ἔσεσθέ μοι . καὶ κρέας θηριάλωτον οὐκ ἔδεσθε , τῷ κυνὶ ἀπορρίψατε αὐτό . 23 . (1.) Οὐ παραδέξῃ ἀκοὴν ματαίαν . οὐ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος . (2.) οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ . οὐ προστεθήσῃ μετὰ πλήθους ἐκκλῖναι μετὰ πλειόνων ὥστε ἐκκλῖναι κρίσιν . (3.) καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει . — (4.) ἐὰν δὲ συναντήσῃς τῷ βοὶ τοῦ ἐχθροῦ σου ἢ τῷ ὑποζυγίῳ αὐτοῦ πλανωμένοις , ἀποστρέψας ἀποδώσεις αὐτῷ . (5.) ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτοῦ , οὐ παρελεύσῃ αὐτό , ἀλλὰ συνεγερεῖς αὐτὸ μετ’ αὐτοῦ . — (6.) οὐ διαστρέψεις κρίμα @1 πένητος ἐν κρίσει αὐτοῦ . (7.) ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀποστήσῃ· ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς καὶ οὐ δικαιώσεις τὸν ἀσεβῆ ἕνεκεν δώρων . (8.) καὶ δῶρα οὐ λήμψῃ· τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων καὶ λυμαίνεται ῥήματα δίκαια . — (9.) καὶ προσήλυτον οὐ θλίψετε· ὑμεῖς γὰρ οἴδατε τὴν ψυχὴν τοῦ προσηλύτου· αὐτοὶ γὰρ προσήλυτοι ἦτε ἐν γῇ Αἰγύπτῳ . (10.) Ἓξ ἔτη σπερεῖς τὴν γῆν σου καὶ συνάξεις τὰ γενήματα αὐτῆς· (11.) τῷ δὲ ἑβδόμῳ ἄφεσιν ποιήσεις καὶ ἀνήσεις αὐτήν , καὶ ἔδονται οἱ πτωχοὶ τοῦ ἔθνους σου , τὰ δὲ ὑπολειπόμενα ἔδεται τὰ ἄγρια θηρία . οὕτως ποιήσεις τὸν ἀμπελῶνά σου καὶ τὸν ἐλαιῶνά σου . — (12.) ἓξ ἡμέρας ποιήσεις τὰ ἔργα σου , τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνάπαυσις , ἵνα ἀναπαύσηται ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου , καὶ ἵνα ἀναψύξῃ ὁ υἱὸς τῆς παιδίσκης σου καὶ ὁ προσήλυτος . — (13.) πάντα , ὅσα εἴρηκα πρὸς ὑμᾶς , φυλάξασθε . Καὶ ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνησθήσεσθε , οὐδὲ μὴ ἀκουσθῇ ἐκ τοῦ στόματος ὑμῶν . (14.) τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι . (15.) τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξασθε ποιεῖν· ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα , καθάπερ ἐνετειλάμην σοι , κατὰ τὸν καιρὸν τοῦ μηνὸς τῶν νέων· ἐν γὰρ αὐτῷ ἐξῆλθες ἐξ Αἰγύπτου . οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός . (16.) καὶ ἑορτὴν θερισμοῦ πρωτογενημάτων ποιήσεις τῶν ἔργων σου , ὧν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου , καὶ ἑορτὴν συντελείας ἐπ’ ἐξόδου τοῦ ἐνιαυτοῦ ἐν τῇ συναγωγῇ τῶν ἔργων σου τῶν ἐκ τοῦ ἀγροῦ σου . (17.) τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου . (18.) ὅταν γὰρ ἐκβάλω ἔθνη ἀπὸ προσώπου σου καὶ ἐμπλατύνω τὰ ὅριά σου , οὐ θύσεις ἐπὶ ζύμῃ αἷμα θυσιάσματός μου , οὐδὲ μὴ κοιμηθῇ στέαρ τῆς ἑορτῆς μου ἕως πρωί . (19.) τὰς ἀπαρχὰς τῶν πρωτογενημάτων τῆς γῆς σου εἰσοίσεις εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ σου . οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ . (20.) Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου , ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ , ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν , ἣν ἡτοίμασά σοι . (21.) πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ καὶ μὴ ἀπείθει αὐτῷ· οὐ γὰρ μὴ ὑποστείληταί σε , τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ’ αὐτῷ . (22.) ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς καὶ ποιήσῃς πάντα , ὅσα ἂν ἐντείλωμαί σοι , καὶ φυλάξητε τὴν διαθήκην μου , ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστιν πᾶσα @1 ἡ γῆ , ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον . ταῦτα τὰ ῥήματα ἐρεῖς τοῖς υἱοῖς Ισραηλ Ἐὰν ἀκοῇ ἀκούσητε τῆς (5) φωνῆς μου καὶ ποιήσῃς πάντα , ὅσα ἂν εἴπω σοι , ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι . (23.) πορεύσεται γὰρ ὁ ἄγγελός μου ἡγούμενός σου καὶ εἰσάξει σε πρὸς τὸν Αμορραῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Χαναναῖον καὶ Γεργεσαῖον καὶ Ευαῖον καὶ Ιεβουσαῖον , καὶ ἐκτρίψω αὐτούς . (24.) οὐ προσκυνήσεις τοῖς θεοῖς αὐτῶν οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς· οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτῶν , ἀλλὰ καθαιρέσει καθελεῖς καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν . (25.) καὶ λατρεύσεις κυρίῳ τῷ θεῷ σου , καὶ εὐλογήσω τὸν ἄρτον σου καὶ τὸν οἶνόν σου καὶ τὸ ὕδωρ σου καὶ ἀποστρέψω μαλακίαν ἀφ’ ὑμῶν . (26.) οὐκ ἔσται ἄγονος οὐδὲ στεῖρα ἐπὶ τῆς γῆς σου· τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρώσω . (27.) καὶ τὸν φόβον ἀποστελῶ ἡγούμενόν σου καὶ ἐκστήσω πάντα τὰ ἔθνη , εἰς οὓς σὺ εἰσπορεύῃ εἰς αὐτούς , καὶ δώσω πάντας τοὺς ὑπεναντίους σου φυγάδας . (28.) καὶ ἀποστελῶ τὰς σφηκίας προτέρας σου , καὶ ἐκβαλεῖ τοὺς Αμορραίους καὶ τοὺς Ευαίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Χετταίους ἀπὸ σοῦ . (29.) οὐκ ἐκβαλῶ αὐτοὺς ἐν ἐνιαυτῷ ἑνί , ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πολλὰ γένηται ἐπὶ σὲ τὰ θηρία τῆς γῆς· (30.) κατὰ μικρὸν μικρὸν ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ , ἕως ἂν αὐξηθῇς καὶ κληρονομήσῃς τὴν γῆν . (31.) καὶ θήσω τὰ ὅριά σου ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης ἕως τῆς θαλάσσης τῆς Φυλιστιιμ καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ μεγάλου ποταμοῦ Εὐφράτου· καὶ παραδώσω εἰς τὰς χεῖρας ὑμῶν τοὺς ἐγκαθημένους ἐν τῇ γῇ καὶ ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ . (32.) οὐ συγκαταθήσῃ αὐτοῖς καὶ τοῖς θεοῖς αὐτῶν διαθήκην , (33.) καὶ οὐκ ἐγκαθήσονται ἐν τῇ γῇ σου , ἵνα μὴ ἁμαρτεῖν σε ποιήσωσιν πρός με· ἐὰν γὰρ δουλεύσῃς τοῖς θεοῖς αὐτῶν , οὗτοι ἔσονταί σοι πρόσκομμα . 24 . (1.) Καὶ Μωυσῇ εἶπεν Ἀνάβηθι πρὸς κύριον σὺ καὶ Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων Ισραηλ , καὶ προσκυνήσουσιν μακρόθεν τῷ κυρίῳ· (2.) καὶ ἐγγιεῖ Μωυσῆς μόνος πρὸς τὸν θεόν , αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν· ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ’ αὐτῶν . (3.) εἰσῆλθεν δὲ Μωυσῆς καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ῥήματα τοῦ θεοῦ καὶ τὰ δικαιώματα· ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς φωνῇ μιᾷ λέγοντες Πάντας τοὺς λόγους , οὓς ἐλάλησεν κύριος , ποιήσομεν καὶ ἀκουσόμεθα . (4.) καὶ ἔγραψεν Μωυσῆς πάντα τὰ ῥήματα κυρίου . ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωὶ ᾠκοδόμησεν @1 θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ισραηλ· (5.) καὶ ἐξαπέστειλεν τοὺς νεανίσκους τῶν υἱῶν Ισραηλ , καὶ ἀνήνεγκαν ὁλοκαυτώματα καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ θεῷ μοσχάρια . (6.) λαβὼν δὲ Μωυσῆς τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς κρατῆρας , τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεεν πρὸς τὸ θυσιαστήριον . (7.) καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ , καὶ εἶπαν Πάντα , ὅσα ἐλάλησεν κύριος , ποιήσομεν καὶ ἀκουσόμεθα . (8.) λαβὼν δὲ Μωυσῆς τὸ αἷμα κατεσκέδασεν τοῦ λαοῦ καὶ εἶπεν Ἰδοὺ τὸ αἷμα τῆς διαθήκης , ἧς διέθετο κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων . (9.) Καὶ ἀνέβη Μωυσῆς καὶ Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ ἑβδομήκοντα τῆς γερουσίας Ισραηλ (10.) καὶ εἶδον τὸν τόπον , οὗ εἱστήκει ἐκεῖ ὁ θεὸς τοῦ Ισραηλ· καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι . (11.) καὶ τῶν ἐπιλέκτων τοῦ Ισραηλ οὐ διεφώνησεν οὐδὲ εἷς· καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ θεοῦ καὶ ἔφαγον καὶ ἔπιον . (12.) καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ· καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα , τὸν νόμον καὶ τὰς ἐντολάς , ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς . (13.) καὶ ἀναστὰς Μωυσῆς καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ ἀνέβησαν εἰς τὸ ὄρος τοῦ θεοῦ· (14.) καὶ τοῖς πρεσβυτέροις εἶπαν Ἡσυχάζετε αὐτοῦ , ἕως ἀναστρέψωμεν πρὸς ὑμᾶς· καὶ ἰδοὺ Ααρων καὶ Ωρ μεθ’ ὑμῶν· ἐάν τινι συμβῇ κρίσις , προσπορευέσθωσαν αὐτοῖς . (15.) καὶ ἀνέβη Μωυσῆς καὶ Ἰησοῦς εἰς τὸ ὄρος , καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος . (16.) καὶ κατέβη ἡ δόξα τοῦ θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινα , καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας· καὶ ἐκάλεσεν κύριος τὸν Μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης . (17.) τὸ δὲ εἶδος τῆς δόξης κυρίου ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν Ισραηλ . (18.) καὶ εἰσῆλθεν Μωυσῆς εἰς τὸ μέσον τῆς νεφέλης καὶ ἀνέβη εἰς τὸ ὄρος καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας . 25 . (1.) Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (2.) Εἰπὸν τοῖς υἱοῖς Ισραηλ , καὶ λάβετέ μοι ἀπαρχὰς παρὰ πάντων , οἷς ἂν δόξῃ τῇ καρδίᾳ , καὶ λήμψεσθε τὰς ἀπαρχάς μου . (3.) καὶ αὕτη ἐστὶν ἡ ἀπαρχή , ἣν λήμψεσθε παρ’ αὐτῶν· χρυσίον καὶ ἀργύριον καὶ χαλκὸν (4.) καὶ ὑάκινθον καὶ πορφύραν καὶ κόκκινον διπλοῦν καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας (5.) καὶ δέρματα κριῶν ἠρυθροδανω@1 μένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα (7.) καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη . (8.) καὶ ποιήσεις μοι ἁγίασμα , καὶ ὀφθήσομαι ἐν ὑμῖν· (9.) καὶ ποιήσεις μοι κατὰ πάντα , ὅσα ἐγώ σοι δεικνύω ἐν τῷ ὄρει , τὸ παράδειγμα τῆς σκηνῆς καὶ τὸ παράδειγμα πάντων τῶν σκευῶν αὐτῆς· οὕτω ποιήσεις . (10.) Καὶ ποιήσεις κιβωτὸν μαρτυρίου ἐκ ξύλων ἀσήπτων , δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος καὶ πήχεος καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεος καὶ ἡμίσους τὸ ὕψος . (11.) καὶ καταχρυσώσεις αὐτὴν χρυσίῳ καθαρῷ , ἔξωθεν καὶ ἔσωθεν χρυσώσεις αὐτήν· καὶ ποιήσεις αὐτῇ κυμάτια στρεπτὰ χρυσᾶ κύκλῳ . (12.) καὶ ἐλάσεις αὐτῇ τέσσαρας δακτυλίους χρυσοῦς καὶ ἐπιθήσεις ἐπὶ τὰ τέσσαρα κλίτη , δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ ἓν καὶ δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ δεύτερον . (13.) ποιήσεις δὲ ἀναφορεῖς ξύλα ἄσηπτα καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ· (14.) καὶ εἰσάξεις τοὺς ἀναφορεῖς εἰς τοὺς δακτυλίους τοὺς ἐν τοῖς κλίτεσι τῆς κιβωτοῦ αἴρειν τὴν κιβωτὸν ἐν αὐτοῖς· (15.) ἐν τοῖς δακτυλίοις τῆς κιβωτοῦ ἔσονται οἱ ἀναφορεῖς ἀκίνητοι . (16.) καὶ ἐμβαλεῖς εἰς τὴν κιβωτὸν τὰ μαρτύρια , ἃ ἂν δῶ σοι . (17.) καὶ ποιήσεις ἱλαστήριον ἐπίθεμα χρυσίου καθαροῦ , δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος καὶ πήχεος καὶ ἡμίσους τὸ πλάτος . (18.) καὶ ποιήσεις δύο χερουβιμ χρυσᾶ τορευτὰ καὶ ἐπιθήσεις αὐτὰ ἐξ ἀμφοτέρων τῶν κλιτῶν τοῦ ἱλαστηρίου· (19.) ποιηθήσονται χερουβ εἷς ἐκ τοῦ κλίτους τούτου καὶ χερουβ εἷς ἐκ τοῦ κλίτους τοῦ δευτέρου τοῦ ἱλαστηρίου· καὶ ποιήσεις τοὺς δύο χερουβιμ ἐπὶ τὰ δύο κλίτη . (20.) ἔσονται οἱ χερουβιμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν , συσκιάζοντες ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τοῦ ἱλαστηρίου , καὶ τὰ πρόσωπα αὐτῶν εἰς ἄλληλα· εἰς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τῶν χερουβιμ . (21.) καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν· καὶ εἰς τὴν κιβωτὸν ἐμβαλεῖς τὰ μαρτύρια , ἃ ἂν δῶ σοι . (22.) καὶ γνωσθήσομαί σοι ἐκεῖθεν καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δύο χερουβιμ τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου καὶ κατὰ πάντα , ὅσα ἂν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ισραηλ . (23.) Καὶ ποιήσεις τράπεζαν χρυσίου καθαροῦ , δύο πήχεων τὸ μῆκος καὶ πήχεος τὸ εὖρος καὶ πήχεος καὶ ἡμίσους τὸ ὕψος . (24.) καὶ ποιήσεις αὐτῇ στρεπτὰ κυμάτια χρυσᾶ κύκλῳ . (25.) καὶ ποιήσεις αὐτῇ @1 στεφάνην παλαιστοῦ κύκλῳ· καὶ ποιήσεις στρεπτὸν κυμάτιον τῇ στεφάνῃ κύκλῳ . (26.) καὶ ποιήσεις τέσσαρας δακτυλίους χρυσοῦς καὶ ἐπιθήσεις τοὺς δακτυλίους ἐπὶ τὰ τέσσαρα μέρη τῶν ποδῶν αὐτῆς (27.) ὑπὸ τὴν στεφάνην , καὶ ἔσονται οἱ δακτύλιοι εἰς θήκας τοῖς ἀναφορεῦσιν ὥστε αἴρειν ἐν αὐτοῖς τὴν τράπεζαν . (28.) καὶ ποιήσεις τοὺς ἀναφορεῖς ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτοὺς χρυσίῳ καθαρῷ , καὶ ἀρθήσεται ἐν αὐτοῖς ἡ τράπεζα . (29.) καὶ ποιήσεις τὰ τρυβλία αὐτῆς καὶ τὰς θυίσκας καὶ τὰ σπονδεῖα καὶ τοὺς κυάθους , ἐν οἷς σπείσεις ἐν αὐτοῖς· χρυσίου καθαροῦ ποιήσεις αὐτά . (30.) καὶ ἐπιθήσεις ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους ἐναντίον μου διὰ παντός . (31.) Καὶ ποιήσεις λυχνίαν ἐκ χρυσίου καθαροῦ , τορευτὴν ποιήσεις τὴν λυχνίαν· ὁ καυλὸς αὐτῆς καὶ οἱ καλαμίσκοι καὶ οἱ κρατῆρες καὶ οἱ σφαιρωτῆρες καὶ τὰ κρίνα ἐξ αὐτῆς ἔσται . (32.) ἓξ δὲ καλαμίσκοι ἐκπορευόμενοι ἐκ πλαγίων , τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους αὐτῆς τοῦ ἑνὸς καὶ τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ δευτέρου . (33.) καὶ τρεῖς κρατῆρες ἐκτετυπωμένοι καρυίσκους ἐν τῷ ἑνὶ καλαμίσκῳ , σφαιρωτὴρ καὶ κρίνον· οὕτως τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας . (34.) καὶ ἐν τῇ λυχνίᾳ τέσσαρες κρατῆρες ἐκτετυπωμένοι καρυίσκους· ἐν τῷ ἑνὶ καλαμίσκῳ οἱ σφαιρωτῆρες καὶ τὰ κρίνα αὐτῆς . (35.) ὁ σφαιρωτὴρ ὑπὸ τοὺς δύο καλαμίσκους ἐξ αὐτῆς , καὶ σφαιρωτὴρ ὑπὸ τοὺς τέσσαρας καλαμίσκους ἐξ αὐτῆς· οὕτως τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας . (36.) οἱ σφαιρωτῆρες καὶ οἱ καλαμίσκοι ἐξ αὐτῆς ἔστωσαν· ὅλη τορευτὴ ἐξ ἑνὸς χρυσίου καθαροῦ . (37.) καὶ ποιήσεις τοὺς λύχνους αὐτῆς ἑπτά· καὶ ἐπιθήσεις τοὺς λύχνους , καὶ φανοῦσιν ἐκ τοῦ ἑνὸς προσώπου . (38.) καὶ τὸν ἐπαρυστῆρα αὐτῆς καὶ τὰ ὑποθέματα αὐτῆς ἐκ χρυσίου καθαροῦ ποιήσεις . (39.) πάντα τὰ σκεύη ταῦτα τάλαντον χρυσίου καθαροῦ . (40.) ὅρα ποιήσεις κατὰ τὸν τύπον τὸν δεδειγμένον σοι ἐν τῷ ὄρει .