Leviticus 19-25 (TLG Unicode) Top of Form (1.)    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων  (2.)  Λάλησον τῇ συναγωγῇ τῶν υἱῶν Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ῞Αγιοι ἔσεσθε , ὅτι ἐγὼ ἅγιος , κύριος ὁ θεὸς ὑμῶν .  (3.)  ἕκαστος πατέρα αὐτοῦ καὶ μητέρα αὐτοῦ φοβείσθω , καὶ τὰ σάββατά μου φυλάξεσθε· ἐγὼ κύριος θεὸς ὑμῶν .  (4.)  οὐκ ἐπακολουθήσετε εἰδώλοις καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσετε ὑμῖν· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν . —  (5.)  καὶ ἐὰν θύσητε θυσίαν σωτηρίου τῷ κυρίῳ , δεκτὴν ὑμῶν θύσετε .  (6.)  ᾗ ἂν ἡμέρᾳ θύσητε , βρωθήσεται καὶ τῇ αὔριον· καὶ ἐὰν καταλειφθῇ ἕως ἡμέρας τρίτης , ἐν πυρὶ κατακαυθήσεται. (7.)  ἐὰν δὲ βρώσει βρωθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ , ἄθυτόν ἐστιν , οὐ δεχθήσεται·  (8.)  ὁ δὲ ἔσθων αὐτὸ ἁμαρτίαν λήμψεται , ὅτι τὰ ἅγια κυρίου ἐβεβήλωσεν· καὶ ἐξολεθρευθήσονται αἱ ψυχαὶ αἱ ἔσθουσαι ἐκ τοῦ λαοῦ αὐτῶν . (9.)    Καὶ ἐκθεριζόντων ὑμῶν τὸν θερισμὸν τῆς γῆς ὑμῶν οὐ συντελέσετε τὸν θερισμὸν ὑμῶν τοῦ ἀγροῦ ἐκθερίσαι καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις  καὶ τὸν ἀμπελῶνά σου  οὐκ ἐπανατρυγήσεις οὐδὲ τοὺς ῥῶγας τοῦ ἀμπελῶνός σου συλλέξεις· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ καταλείψεις αὐτά· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν .   Οὐ κλέψετε . οὐ ψεύσεσθε . οὐ συκοφαντήσει ἕκαστος τὸν πλησίον.  καὶ οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπ’ ἀδίκῳ καὶ οὐ βεβηλώσετε ὄνομα τοῦ θεοῦ ὑμῶν· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν . οὐκ ἀδικήσεις τὸν πλησίον καὶ οὐχ ἁρπάσεις , καὶ οὐ μὴ κοιμηθήσεται ὁ μισθὸς τοῦ μισθωτοῦ παρὰ σοὶ ἕως πρωί.  οὐ κακῶς   ἐρεῖς κωφὸν καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδαλον καὶ φοβηθήσῃ κύριον τὸν θεόν σου· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν .   Οὐ ποιήσετε ἄδικον ἐν κρίσει· οὐ λήμψῃ πρόσωπον πτωχοῦ   οὐδὲ θαυμάσεις πρόσωπον δυνάστου , ἐν δικαιοσύνῃ κρινεῖς τὸν πλησίον σου .   οὐ πορεύσῃ δόλῳ ἐν τῷ ἔθνει σου , οὐκ ἐπισυστήσῃ  ἐφ’ αἷμα τοῦ πλησίον σου· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν . (17.)  οὐ μισήσεις τὸν ἀδελφόν σου τῇ διανοίᾳ σου , ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου καὶ οὐ λήμψῃ δι’ αὐτὸν ἁμαρτίαν .  (18.)  καὶ οὐκ ἐκδικᾶταί σου ἡ χείρ , καὶ οὐ μηνιεῖς τοῖς υἱοῖς τοῦ λαοῦ σου καὶ πήσεις τὸν πλησίον σου ὡς σεαυτόν· ἐγώ εἰμι κύριος . (19.)    Τὸν νόμον μου φυλάξεσθε· τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγῳ καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διάφορον καὶ ἱμάτιον κ δύο ὑφασμένον κίβδηλον οὐκ ἐπιβαλεῖς σεαυτῷ . (20.)    Καὶ ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς κοίτην σπέρματος καὶ αὐτὴ οἰκέτις διαπεφυλαγμένη ἀνθρώπῳ καὶ αὐτὴ λύτροις οὐ αι ἢ ἐλευθερία οὐκ ἐδόθη αὐτῇ , ἐπισκοπὴ ἔσται αὐτοῖς· οὐκ ἀποθανοῦνται , ὅτι οὐκ ἀπηλευθερώθη.  (21.)  καὶ προσάξει τῆς πλημμελείας αὐτοῦ τῷ κυρίῳ παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου κριὸν πλημμελείας·  (22.)  καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἐν τῷ κριῷ τῆς πλημμελείας ἔναντι κυρίου περὶ τῆς ἁμαρτίας , ἧς ἥμαρτεν , καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία , ἣν ἥμαρτεν . (23.)    ῞Οταν δὲ εἰσέλθητε εἰς τὴν γῆν , ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν , καὶ καταφυτεύσετε πᾶν ξύλον βρώσιμον καὶ τε τὴν ἀκαθαρσίαν αὐτοῦ· ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερικάθαρτος , οὐ βρωθήσεται·  καὶ τῷ ἔτει τῷ τετάρτῳ  ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος αἰνετὸς τῷ κυρίῳ·   ἐν δὲ τῷ   ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν , πρόσθεμα ὑμῖν τὰ γενήματα αὐτοῦ· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν .   Μὴ ἔσθετε ἐπὶ τῶν ὀρέων καὶ οὐκ οἰωνιεῖσθε οὐδὲ ὀρνιθοσκοπήσεσθε.  οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεφαλῆς ὑμῶν   οὐδὲ φθερεῖτε τὴν ὄψιν τοῦ πώγωνος ὑμῶν.  καὶ ἐντομίδας ἐπὶ   ψυχῇ οὐ ποιήσετε ἐν τῷ σώματι ὑμῶν καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμῖν· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.  οὐ βεβηλώσεις  τὴν θυγατέρα σου ἐκπορνεῦσαι αὐτήν , καὶ οὐκ ἐκπορνεύσει ἡ γῆ καὶ ἡ γῆ πλησθήσεται ἀνομίας .   Τὰ σάββατά μου φυλάξεσθε καὶ ἀπὸ τῶν ἁγίων μου φοβηθήσεσθε· ἐγώ εἰμι κύριος . οὐκ ἐπακολουθήσετε ἐγγαστριμύθοις   καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολληθήσεσθε ἐκμιανθῆναι ἐν αὐτοῖς· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.  ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου καὶ φοβηθήσῃ τὸν θεόν σου· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν .   ᾿Εὰν δέ τις προσέλθῃ προσήλυτος ὑμῖν ἐν τῇ γῇ ὑμῶν , οὐ   θλίψετε αὐτόν·   ὡς ὁ αὐτόχθων ἐν ὑμῖν ἔσται ὁ προσήλυτος ὁ   προσπορευόμενος πρὸς ὑμᾶς , καὶ ἀγαπήσεις αὐτὸν ὡς σεαυτόν , ὅτι προσήλυτοι ἐγενήθητε ἐν γῇ Αἰγύπτῳ· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν .   οὐ ποιήσετε ἄδικον ἐν κρίσει ἐν μέτροις καὶ ἐν σταθμίοις  καὶ ἐν ζυγοῖς·   ζυγὰ δίκαια καὶ στάθμια δίκαια καὶ χοῦς δίκαιος  ἔσται ὑμῖν· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου .   Καὶ φυλάξεσθε πάντα τὸν νόμον μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν . (1.)   Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (2.)  Καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις ᾿Εάν τις ἀπὸ τῶν υἱῶν Ισραηλ ἢ ἀπὸ τῶν προσγεγενημένων προσηλύτων ἐν Ισραηλ , ὃς ἂν δῷ τοῦ σπέρματος αὐτοῦ ἄρχοντι , θανάτῳ θανατούσθω· τὸ ἔθνος τὸ ἐπὶ τῆς γῆς λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις .   (3.)  καὶ ἐγὼ ἐπιστήσω τὸ πρόσωπόν μου τὸν ἄνθρωπον ἐκεῖνον καὶ ἀπολῶ αὐτὸν ἐκ τοῦ λαοῦ αὐτοῦ , ὅτι τοῦ σπέρματος αὐτοῦ ἔδωκεν ἄρχοντι , ἵνα μιάνῃ τὰ ἅγιά μου καὶ βεβηλώσῃ τὸ ὄνομα τῶν ἡγιασμένων μοι .  (4.)  ἐὰν δὲ ὑπερόψει ὑπερίδωσιν οἱ αὐτόχθονες τῆς γῆς τοῖς ὀφθαλμοῖς αὐτῶν ἀπὸ τοῦ ἀνθρώπου ἐκείνου ἐν τῷ δοῦναι αὐτὸν τοῦ σπέρματος αὐτοῦ ἄρχοντι τοῦ μὴ ἀποκτεῖναι αὐτόν, (5.)  καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον καὶ τὴν συγγένειαν αὐτοῦ καὶ ἀπολῶ αὐτὸν καὶ πάντας τοὺς ὁμονοοῦντας αὐτῷ ὥστε ἐκπορνεύειν αὐτὸν εἰς τοὺς ἄρχοντας ἐκ τοῦ λαοῦ αὐτῶν. (6.)  καὶ ψυχή , ἣ ἐὰν λουθήσῃ ἐγγαστριμύθοις ἢ ἐπαοιδοῖς ὥστε ἐκπορνεῦσαι ὀπίσω αὐτῶν , ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν ἐκείνην καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς .   καὶ ἔσεσθε ἅγιοι , ὅτι ἅγιος ἐγὼ   κύριος ὁ θεὸς ὑμῶν·  καὶ φυλάξεσθε τὰ προστάγματά μου καὶ   ποιήσετε αὐτά· ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς.  ἄνθρωπος ἄνθρωπος ,   ὃς ἂν κακῶς εἴπῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ , θανάτῳ θανατούσθω· πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ κακῶς εἶπεν , ἔνοχος ἔσται.  ἄνθρωπος , ὃς ἂν μοιχεύσηται γυναῖκα ἀνδρὸς ἢ ὃς ἂν   μοιχεύσηται γυναῖκα τοῦ πλησίον , θανάτῳ θανατούσθωσαν ὁ μοιχεύων καὶ ἡ μοιχευομένη.  ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς τοῦ   πατρὸς αὐτοῦ , ἀσχημοσύνην τοῦ πατρὸς αὐτοῦ ἀπεκάλυψεν , θανάτῳ θανατούσθωσαν ἀμφότεροι , ἔνοχοί εἰσιν .   καὶ ἐάν τις κοιμηθῇ   μετὰ νύμφης αὐτοῦ , θανάτῳ θανατούσθωσαν ἀμφότεροι· ἠσεβήκασιν γάρ , ἔνοχοί εἰσιν .   καὶ ὃς ἂν κοιμηθῇ μετὰ ἄρσενος κοίτην   γυναικός , βδέλυγμα ἐποίησαν ἀμφότεροι· θανατούσθωσαν , ἔνοχοί εἰσιν .  (14.)  ὃς ἐὰν λάβῃ γυναῖκα καὶ τὴν μητέρα αὐτῆς , ἀνόμημά ἐστιν· ἐν πυρὶ κατακαύσουσιν αὐτὸν καὶ αὐτάς , καὶ οὐκ ἔσται ἀνομία ἐν ὑμῖν. (15.)  καὶ ὃς ἂν δῷ κοιτασίαν αὐτοῦ ἐν τετράποδι , θανάτῳ θανατούσθω , καὶ τὸ τετράπουν ἀποκτενεῖτε. (16.)  καὶ γυνή , ἥτις προσελεύσεται πρὸς πᾶν κτῆνος βιβασθῆναι αὐτὴν ὑπ’ αὐτοῦ , ἀποκτενεῖτε τὴν γυναῖκα καὶ τὸ κτῆνος· θανάτῳ θανατούσθωσαν , ἔνοχοί εἰσιν .  (17.)  ὃς ἐὰν λάβῃ τὴν ἀδελφὴν αὐτοῦ ἐκ πατρὸς αὐτοῦ ἢ ἐκ μητρὸς αὐτοῦ καὶ ἴδῃ τὴν ἀσχημοσύνην αὐτῆς καὶ αὕτη ἴδῃ τὴν ἀσχημοσύνην αὐτοῦ , ὄνειδός ἐστιν , ἐξολεθρευθήσονται ἐνώπιον υἱῶν γένους αὐτῶν· ἀσχημοσύνην ἀδελφῆς αὐτοῦ ἀπεκάλυψεν , αρτίαν κομιοῦνται.  (18.)  καὶ ἀνήρ , ὃς ἂν κοιμηθῇ μετὰ γυναικὸς ἀποκαθημένης καὶ ἀποκαλύψῃ τὴν ἀσχημοσύνην αὐτῆς , τὴν πηγὴν αὐτῆς ἀπεκάλυψεν , καὶ αὕτη ἀπεκάλυψεν τὴν ῥύσιν τοῦ αἵματος αὐτῆς· ἐξολεθρευθήσονται ἀμφότεροι ἐκ τοῦ γένους αὐτῶν . (19.) καὶ ἀσχημοσύνην ἀδελφῆς πατρός σου καὶ ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις· τὴν γὰρ οἰκειότητα ἀπεκάλυψεν , ἁμαρτίαν ἀποίσονται .  (20.)  ὃς ἂν κοιμηθῇ μετὰ τῆς συγγενοῦς αὐτοῦ , τῆς συγγενείας αὐτοῦ ἀπεκάλυψεν· ἄτεκνοι ἀποθανοῦνται. (21.)  ὃς ἂν λάβῃ τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ , ἀκαθαρσία ἐστίν· ἀσχημοσύνην τοῦ ἀδελφοῦ αὐτοῦ ἀπεκάλυψεν , ἄτεκνοι ἀποθανοῦνται . (22.)   Καὶ φυλάξασθε πάντα τὰ προστάγματά μου καὶ τὰ κρίματά μου καὶ ποιήσετε αὐτά , καὶ οὐ μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ , εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ κατοικεῖν ἐπ’ αὐτῆς .  (23.)  καὶ οὐχὶ πορεύεσθε τοῖς νομίμοις τῶν ἐθνῶν , οὓς ἐξαποστέλλω ἀφ’ ὑμῶν· ὅτι ταῦτα πάντα ἐποίησαν , καὶ ἐβδελυξάμην αὐτούς .  (24.)  καὶ εἶπα ὑμῖν ῖς κληρονομήσατε τὴν γῆν αὐτῶν , καὶ ἐγὼ δώσω ὑμῖν αὐτὴν ἐν κτήσει , γῆν ῥέουσαν γάλα καὶ μέλι· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν , ὃς διώρισα ὑμᾶς ἀπὸ πάντων τῶν ἐθνῶν .  (25.)  καὶ ἀφοριεῖτε αὐτοὺς ἀνὰ μέσον τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν ἀκαθάρτων καὶ ἀνὰ μέσον τῶν πετεινῶν τῶν καθαρῶν καὶ τῶν ἀκαθάρτων καὶ οὐ βδελύξετε τὰς ψυχὰς ὑμῶν ἐν τοῖς κτήνεσιν καὶ ἐν τοῖς πετεινοῖς καὶ ἐν πᾶσιν τοῖς ἑρπετοῖς τῆς γῆς , ἃ ἐγὼ ἀφώρισα  ὑμῖν ἐν ἀκαθαρσίᾳ.  καὶ ἔσεσθέ μοι ἅγιοι , ὅτι ἐγὼ ἅγιος κύριος  ὁ θεὸς ὑμῶν ὁ ἀφορίσας ὑμᾶς ἀπὸ πάντων τῶν ἐθνῶν εἶναι ἐμοί .   Καὶ ἀνὴρ ἢ γυνή , ὃς ἂν γένηται αὐτῶν ἐγγαστρίμυθος ἢ ἐπαοιδός , θανάτῳ θανατούσθωσαν ἀμφότεροι· λίθοις λιθοβολήσατε αὐτούς , ἔνοχοί εἰσιν . (1.)   Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων Εἰπὸν τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ααρων καὶ ἐρεῖς πρὸς αὐτούς ᾿Εν ταῖς ψυχαῖς οὐ μιανθήσονται ἐν τῷ ἔθνει αὐτῶν (2.)  ἀλλ’ ἢ ἐν τῷ οἰκείῳ τῷ ἔγγιστα ν , ἐπὶ πατρὶ καὶ μητρὶ καὶ υἱοῖς καὶ θυγατράσιν , ἐπ’ ἀδελφῷ (3.)  καὶ ἐπ’ ἀδελφῇ παρθένῳ τῇ ἐγγιζούσῃ αὐτῷ τῇ μὴ ἐκδεδομένῃ ἀνδρί , ἐπὶ τούτοις μιανθήσεται. (4.)  οὐ μιανθήσεται ἐξάπινα ἐν τῷ λαῷ αὐτοῦ εἰς βεβήλωσιν αὐτοῦ. (5.)  καὶ φαλάκρωμα οὐ ξυρηθήσεσθε τὴν κεφαλὴν ἐπὶ νεκρῷ καὶ τὴν ὄψιν τοῦ πώγωνος οὐ ξυρήσονται καὶ ἐπὶ σάρκας αὐτῶν οὐ κατατεμοῦσιν ἐντομίδας .   ἅγιοι ἔσονται τῷ   θεῷ αὐτῶν καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα τοῦ θεοῦ αὐτῶν· τὰς γὰρ θυσίας κυρίου δῶρα τοῦ θεοῦ αὐτῶν αὐτοὶ προσφέρουσιν καὶ ἔσονται ἅγιοι.  γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήμψονται  καὶ γυναῖκα ἐκβεβλημένην ἀπὸ ἀνδρὸς αὐτῆς· ἅγιός ἐστιν τῷ κυρίῳ θεῷ αὐτοῦ.  καὶ ἁγιάσει αὐτόν , τὰ δῶρα κυρίου τοῦ θεοῦ   οὗτος προσφέρει· ἅγιος ἔσται , ὅτι ἅγιος ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς .   καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν βεβηλωθῇ τοῦ ἐκπορνεῦσαι , τὸ ὄνομα τοῦ πατρὸς αὐτῆς αὐτὴ βεβηλοῖ· ἐπὶ πυρὸς θήσεται .   Καὶ ὁ ἱερεὺς ὁ μέγας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ , τοῦ ἐπικεχυμένου ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλαίου τοῦ χριστοῦ καὶ τετελειωμένου ἐνδύσασθαι τὰ ἱμάτια , τὴν κεφαλὴν οὐκ ἀποκιδαρώσει καὶ τὰ ἱμάτια οὐ διαρρήξει  καὶ ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εται , ἐπὶ πατρὶ αὐτοῦ οὐδὲ ἐπὶ μητρὶ αὐτοῦ οὐ μιανθήσεται· καὶ   ἐκ τῶν ἁγίων οὐκ ἐξελεύσεται καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον τοῦ θεοῦ αὐτοῦ , ὅτι τὸ ἅγιον ἔλαιον τὸ χριστὸν τοῦ θεοῦ ἐπ’ αὐτῷ· ἐγὼ κύριος.  οὗτος γυναῖκα παρθένον ἐκ τοῦ γένους αὐτοῦ λήμψεται·  χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβηλωμένην καὶ πόρνην ,   ταύτας οὐ λήμψεται , ἀλλ’ ἢ παρθένον ἐκ τοῦ γένους αὐτοῦ λήμψεται γυναῖκα·   καὶ οὐ βεβηλώσει τὸ σπέρμα αὐτοῦ ἐν τῷ λαῷ   αὐτοῦ· ἐγὼ κύριος ὁ ἁγιάζων αὐτόν .   Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων    Εἰπὸν Ααρων  ῎Ανθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν , τίνι ἐὰν ᾖ ἐν αὐτῷ μῶμος , οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ θεοῦ αὐτοῦ.  πᾶς ἄνθρωπος , ᾧ ἂν ᾖ ἐν αὐτῷ μῶμος , οὐ προσελεύσεται , ἄνθρωπος χωλὸς ἢ τυφλὸς ἢ κολοβόρριν ἢ ὠτότμητος  ἢ  ἄνθρωπος , ᾧ ἐστιν ἐν αὐτῷ σύντριμμα χειρὸς ἢ σύντριμμα ποδός , (20.) ἢ κυρτὸς ἢ ἔφηλος ἢ πτίλος τοὺς ὀφθαλμοὺς ἢ ἄνθρωπος , ᾧ ἂν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία ἢ λιχήν , ἢ μόνορχις ,  (21.)  πᾶς , ᾧ ἐστιν ἐν αὐτῷ μῶμος , ἐκ τοῦ σπέρματος Ααρων τοῦ ἱερέως , οὐκ ἐγγιεῖ τοῦ προσενεγκεῖν τὰς θυσίας τῷ θεῷ σου· ὅτι μῶμος ἐν αὐτῷ , τὰ δῶρα τοῦ θεοῦ οὐ προσελεύσεται προσενεγκεῖν. (22.)  τὰ δῶρα τοῦ θεοῦ τὰ ἅγια τῶν ἁγίων καὶ ἀπὸ τῶν ἁγίων φάγεται·  (23.)  πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιεῖ , ὅτι μῶμον ἔχει· καὶ οὐ βεβηλώσει τὸ ἅγιον τοῦ θεοῦ αὐτοῦ , ὅτι ἐγώ εἰμι κύριος ὁ ἁγιάζων αὐτούς. (24.)  καὶ ἐλάλησεν ῆς πρὸς Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πρὸς πάντας υἱοὺς Ισραηλ . 22 . (1.)   Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων  (2.)  Εἰπὸν Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ισραηλ καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα τὸ ἅγιόν μου , ὅσα αὐτοὶ ἁγιάζουσίν μοι· ἐγὼ κύριος . (3.)  εἰπὸν αὐτοῖς Εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄνθρωπος , ὃς ἂν προσέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια , ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ισραηλ τῷ κυρίῳ , καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ’ αὐτῷ , ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ’ ἐμοῦ· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.  (4.)  καὶ ἄνθρωπος ἐκ τοῦ σπέρματος Ααρων τοῦ ἱερέως καὶ οὗτος λεπρᾷ ἢ γονορρυής , τῶν ἁγίων οὐκ ἔδεται , ἕως ἂν καθαρισθῇ· καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχῆς ἢ ἄνθρωπος , ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, (5.)  ἢ ὅστις ἂν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου , ὃ μιανεῖ αὐτόν , ἢ ἐπ’ ἀνθρώπῳ , ἐν ᾧ μιανεῖ αὐτὸν κατὰ πᾶσαν ἀκαθαρσίαν αὐτοῦ, (6.)  ψυχή , ἥτις ἂν ἅψηται αὐτῶν , ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων , ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι· (7.)  καὶ δύῃ ὁ ἥλιος , καὶ καθαρὸς ἔσται καὶ τότε φάγεται τῶν ἁγίων , ὅτι ἄρτος ἐστὶν αὐτοῦ. (8.)  θνησιμαῖον καὶ θηριάλωτον οὐ φάγεται ι αὐτὸν ἐν αὐτοῖς· ἐγὼ κύριος . (9.)  καὶ φυλάξονται τὰ φυλάγματά μου , ἵνα μὴ λάβωσιν δι’ αὐτὰ ἁμαρτίαν καὶ ἀποθάνωσιν δι’ αὐτά , ἐὰν βεβηλώσωσιν αὐτά· ἐγὼ κύριος ὁ θεὸς ὁ ἁγιάζων αὐτούς . — (10.) καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἅγια· πάροικος ἱερέως ἢ μισθωτὸς οὐ φάγεται ἅγια .  (11.)  ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔγκτητον ἀργυρίου , οὗτος φάγεται ἐκ τῶν ἄρτων αὐτοῦ· καὶ οἱ οἰκογενεῖς αὐτοῦ , καὶ οὗτοι φάγονται τῶν ἄρτων αὐτοῦ .  (12.)  καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ , αὐτὴ τῶν ἀπαρχῶν τῶν ἁγίων οὐ φάγεται. (13.)  καὶ θυγάτηρ ἱερέως ἐὰν γένηται χήρα ἢ ἐκβεβλημένη , σπέρμα δὲ μὴ ἦν αὐτῇ , ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν κατὰ τὴν νεότητα αὐτῆς· ἀπὸ τῶν ἄρτων τοῦ πατρὸς αὐτῆς φάγεται . καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἀπ’ αὐτῶν . (14.) καὶ ἄνθρωπος , ὃς ἂν φάγῃ ἅγια κατὰ ἄγνοιαν , καὶ προσθήσει τὸ ἐπίπεμπτον αὐτοῦ ἐπ’ αὐτὸ καὶ δώσει τῷ ἱερεῖ τὸ ἅγιον. (15.)  καὶ οὐ βεβηλώσουσιν τὰ ἅγια τῶν υἱῶν Ισραηλ , ἃ αὐτοὶ ἀφαιροῦσιν τῷ κυρίῳ , (16.)  καὶ ἐπάξουσιν ἐφ’ ἑαυτοὺς ἀνομίαν πλημμελείας ἐν τῷ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτῶν· ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς . (17.)   Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων  (18.)  Λάλησον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ πάσῃ συναγωγῇ Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ῎Ανθρωπος ἄνθρωπος ἀπὸ τῶν υἱῶν Ισραηλ ἢ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων πρὸς αὐτοὺς ἐν Ισραηλ , ὃς ἂν προσενέγκῃ τὰ δῶρα αὐτοῦ κατὰ πᾶσαν ὁμολογίαν αὐτῶν ἢ  κατὰ πᾶσαν αἵρεσιν αὐτῶν , ὅσα ἂν προσενέγκωσιν τῷ θεῷ εἰς ὁλοκαύτωμα ,  (19.)  δεκτὰ ὑμῖν ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων καὶ ἐκ τῶν προβάτων καὶ ἐκ τῶν αἰγῶν .  (20.)  πάντα , ὅσα ἂν ἔχῃ μῶμον ἐν αὐτῷ , οὐ προσάξουσιν κυρίῳ , διότι οὐ δεκτὸν ἔσται ὑμῖν .  (21.)  καὶ ἄνθρωπος , ὃς ἂν προσενέγκῃ θυσίαν σωτηρίου τῷ κυρίῳ διαστείλας εὐχὴν κατὰ αἵρεσιν ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων , ἄμωμον ἔσται εἰς δεκτόν , πᾶς μῶμος οὐκ ἔσται ἐν αὐτῷ.  (22.)  τυφλὸν ἢ συντετριμμένον ἢ γλωσσότμητον ἢ μυρμηκιῶντα ἢ ψωραγριῶντα ἢ λιχῆνας ἔχοντα , οὐ προσάξουσιν ταῦτα τῷ κυρίῳ , καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπ’ αὐτῶν ἐπὶ τὸ θυσιαστήριον τῷ κυρίῳ .   καὶ μόσχον ἢ πρόβατον ὠτότμητον ἢ   κολοβόκερκον , σφάγια ποιήσεις αὐτὰ σεαυτῷ , εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται.  θλαδίαν καὶ ἐκτεθλιμμένον καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον , οὐ προσάξεις αὐτὰ τῷ κυρίῳ καὶ ἐπὶ τῆς γῆς ὑμῶν οὐ ποιήσετε.  καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα  τοῦ θεοῦ ὑμῶν ἀπὸ πάντων τούτων , ὅτι φθάρματά ἐστιν ἐν αὐτοῖς , μῶμος ἐν αὐτοῖς , οὐ δεχθήσεται ταῦτα ὑμῖν .   Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων    Μόσχον ἢ πρόβατον ἢ αἶγα , ὡς ἂν τεχθῇ , καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα , τῇ δὲ μέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα δεχθήσεται εἰς δῶρα , κάρπωμα κυρίῳ .   καὶ μόσχον ἢ πρόβατον , αὐτὴν καὶ τὰ παιδία αὐτῆς οὐ σφάξεις ἐν ἡμέρᾳ μιᾷ.  ἐὰν δὲ θύσῃς θυσίαν εὐχὴν χαρμοσύνης κυρίῳ , εἰς δεκτὸν ὑμῖν θύσετε αὐτό·   αὐτῇ τῇ ἡμέρᾳ  ἐκείνῃ βρωθήσεται , οὐκ ἀπολείψετε ἀπὸ τῶν κρεῶν εἰς τὸ πρωί· ἐγώ εἰμι κύριος .   Καὶ φυλάξετε τὰς ἐντολάς μου καὶ ποιήσετε αὐτάς .    καὶ οὐ   βεβηλώσετε τὸ ὄνομα τοῦ ἁγίου , καὶ ἁγιασθήσομαι ἐν μέσῳ τῶν υἱῶν Ισραηλ· ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς   ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ   γῆς Αἰγύπτου ὥστε εἶναι ὑμῶν θεός , ἐγὼ κύριος . (1.)   Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων (2.)  Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Αἱ ἑορταὶ κυρίου , ἃς καλέσετε αὐτὰς κλητὰς ἁγίας , αὗταί εἰσιν ἑορταί μου . —  (3.)  ἓξ ἡμέρας ις ἔργα , καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ἀνάπαυσις κλητὴ ἁγία τῷ κυρίῳ· πᾶν ἔργον οὐ ποιήσεις· σάββατά ἐστιν τῷ κυρίῳ ἐν πάσῃ κατοικίᾳ ὑμῶν . (4.)   Αὗται αἱ ἑορταὶ τῷ κυρίῳ , κληταὶ ἅγιαι , ἃς καλέσετε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν . (5.)  ἐν τῷ πρώτῳ μηνὶ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀνὰ μέσον τῶν ἑσπερινῶν πάσχα τῷ κυρίῳ . (6.) καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων τῷ κυρίῳ· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε. (7.)  καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία ἔσται ὑμῖν , πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· (8.) καὶ προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ ἑπτὰ ἡμέρας· καὶ ἡ ἑβδόμη ἡμέρα κλητὴ ἁγία ἔσται ὑμῖν , πᾶν ἔργον λατρευτὸν οὐ τε . (9.)   Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων  (10.)  Εἰπὸν τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ῞Οταν εἰσέλθητε εἰς τὴν γῆν , ἣν ἐγὼ δίδωμι ὑμῖν , καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς , καὶ οἴσετε δράγμα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα·  (11.)  καὶ ἀνοίσει τὸ δράγμα ἔναντι κυρίου δεκτὸν ὑμῖν , τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτὸ ὁ ἱερεύς .  (12.)  καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ , ἐν ᾗ ἂν φέρητε τὸ δράγμα , πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκαύτωμα τῷ κυρίῳ  (13.)  καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ —θυσία τῷ κυρίῳ , ὀσμὴ εὐωδίας κυρίῳ — καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ιν οἴνου .  (14.)  καὶ ἄρτον καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην , ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ θεῷ ὑμῶν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν . (15.)   Καὶ ἀριθμήσετε ὑμεῖς ἀπὸ τῆς ἐπαύριον τῶν σαββάτων , ἀπὸ τῆς ἡμέρας , ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἐπιθέματος , ἑπτὰ ἑβδομάδας ὁλοκλήρους·  (16.)  ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας καὶ προσοίσετε θυσίαν νέαν τῷ κυρίῳ .  (17.)  ἀπὸ τῆς κατοικίας ὑμῶν προσοίσετε ἄρτους ἐπίθεμα , δύο ἄρτους· ἐκ δύο δεκάτων σεμιδάλεως ἔσονται , ἐζυμωμένοι πεφθήσονται πρωτογενημάτων τῷ κυρίῳ. (18.)  καὶ προσάξετε μετὰ τῶν ἄρτων ἑπτὰ ἀμνοὺς ἀμώμους ἐνιαυσίους καὶ μόσχον ἕνα ἐκ βουκολίου καὶ κριοὺς δύο ἀμώμους—ἔσονται ὁλοκαύτωμα τῷ κυρίῳ—καὶ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν , θυσίαν ὀσμὴν εὐωδίας τῷ κυρίῳ . καὶ ποιήσουσιν χίμαρον ἐξ αἰγῶν ἕνα  περὶ ἁμαρτίας καὶ δύο ἀμνοὺς ἐνιαυσίους εἰς θυσίαν σωτηρίου μετὰ τῶν ἄρτων τοῦ πρωτογενήματος·  καὶ ἐπιθήσει αὐτὰ ὁ ἱερεὺς μετὰ τῶν ἄρτων τοῦ πρωτογενήματος ἐπίθεμα ἔναντι κυρίου μετὰ τῶν δύο ἀμνῶν· ἅγια ἔσονται τῷ κυρίῳ , τῷ ἱερεῖ τῷ προσφέροντι αὐτὰ αὐτῷ ἔσται.  καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητήν· γία ἔσται ὑμῖν , πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν . —   καὶ ὅταν θερίζητε τὸν θερισμὸν τῆς γῆς ὑμῶν , οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ τοῦ ἀγροῦ σου ἐν τῷ θερίζειν σε καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις , τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ ὑπολείψῃ αὐτά· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν .   Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων    Λάλησον τοῖς  υἱοῖς Ισραηλ λέγων Τοῦ μηνὸς τοῦ ἑβδόμου μιᾷ τοῦ μηνὸς ἔσται ὑμῖν ἀνάπαυσις , μνημόσυνον σαλπίγγων , κλητὴ ἁγία ἔσται ὑμῖν·  πᾶν   ἔργον λατρευτὸν οὐ ποιήσετε καὶ προσάξετε ὁλοκαύτωμα κυρίῳ . Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων    Καὶ τῇ δεκάτῃ τοῦ   μηνὸς τοῦ ἑβδόμου τούτου ἡμέρα ἐξιλασμοῦ , κλητὴ ἁγία ἔσται ὑμῖν , καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν καὶ προσάξετε ὁλοκαύτωμα τῷ κυρίῳ .   πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ·  ἔστιν γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν ἐξιλάσασθαι περὶ ὑμῶν ἔναντι κυρίου τοῦ θεοῦ ὑμῶν .   πᾶσα ψυχή , ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ , ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς . καὶ πᾶσα ψυχή , ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ , ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.  πᾶν ἔργον οὐ   ποιήσετε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις κατοικίαις ὑμῶν.  σάββατα σαββάτων ἔσται ὑμῖν , καὶ ταπεινώσετε τὰς  ψυχὰς ὑμῶν· ἀπὸ ἐνάτης τοῦ μηνὸς ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ σάββατα ὑμῶν .   Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (34.)  Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων Τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἑορτὴ σκηνῶν ἑπτὰ ἡμέρας τῷ κυρίῳ .  (35.)  καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία , πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. (36.)  ἑπτὰ ἡμέρας προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ· καὶ ἡ ἡμέρα ἡ ὀγδόη κλητὴ ἁγία ἔσται ὑμῖν , καὶ προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ· ἐξόδιόν ἐστιν , πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε . (37.)   Αὗται αἱ ἑορταὶ κυρίῳ , ἃς καλέσετε κλητὰς ἁγίας ὥστε προσενέγκαι καρπώματα τῷ κυρίῳ , ὁλοκαυτώματα καὶ θυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν τὸ καθ’ ἡμέραν εἰς ἡμέραν  (38.)  πλὴν τῶν σαββάτων κυρίου καὶ πλὴν τῶν δομάτων ὑμῶν καὶ πλὴν πασῶν τῶν εὐχῶν ὑμῶν καὶ πλὴν τῶν ἑκουσίων ὑμῶν , ἃ ἂν δῶτε τῷ κυρίῳ . (39.)   Καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου , ὅταν συντελέσητε τὰ γενήματα τῆς γῆς , ἑορτάσετε τῷ κυρίῳ ἑπτὰ ἡμέρας· τῇ ἡμέρᾳ τῇ πρώτῃ ἀνάπαυσις , καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἀνάπαυσις .  (40.)  καὶ λήμψεσθε τῇ ἡμέρᾳ τῇ πρώτῃ καρπὸν ξύλου ὡραῖον καὶ κάλλυνθρα φοινίκων καὶ κλάδους ξύλου δασεῖς καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάρρου εὐφρανθῆναι ἔναντι κυρίου τοῦ θεοῦ ὑμῶν ἑπτὰ ἡμέρας  (41.)  τοῦ ἐνιαυτοῦ· νόμιμον νιον εἰς τὰς γενεὰς ὑμῶν· ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν . (42.) ἐν σκηναῖς κατοικήσετε ἑπτὰ ἡμέρας , πᾶς ὁ αὐτόχθων ἐν Ισραηλ κατοικήσει ἐν σκηναῖς ,  (43.)  ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν ὅτι ἐν σκηναῖς κατῴκισα τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν . (44.)   Καὶ ἐλάλησεν Μωυσῆς τὰς ἑορτὰς κυρίου τοῖς υἱοῖς Ισραηλ . 24 . (1.)   Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων  (2.)  ῎Εντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ λαβέτωσάν μοι ἔλαιον ἐλάινον καθαρὸν κεκομμένον εἰς φῶς καῦσαι λύχνον διὰ παντός. (3.)  ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καύσουσιν αὐτὸν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωὶ ἐνώπιον κυρίου ἐνδελεχῶς· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν .  (4.)  ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς λύχνους ἔναντι κυρίου ἕως τὸ πρωί . (5.)   Καὶ λήμψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους , δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς· (6.)  καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα , ἓξ ἄρτους τὸ ἓν θέμα , ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ι κυρίου. (7.)  καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα , καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ κυρίῳ. (8.)  τῇ ἡμέρᾳ τῶν σαββάτων προθήσεται ἔναντι κυρίου διὰ παντὸς ἐνώπιον τῶν υἱῶν Ισραηλ διαθήκην αἰώνιον .  (9.)  καὶ ἔσται Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ , καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ· ἔστιν γὰρ ἅγια τῶν ἁγίων τοῦτο αὐτῷ ἀπὸ τῶν θυσιαζομένων τῷ κυρίῳ , νόμιμον αἰώνιον . (10.)   Καὶ ἐξῆλθεν υἱὸς γυναικὸς Ισραηλίτιδος καὶ οὗτος ἦν υἱὸς Αἰγυπτίου ἐν τοῖς υἱοῖς Ισραηλ , καὶ ἐμαχέσαντο ἐν τῇ ὁ ἐκ τῆς Ισραηλίτιδος καὶ ὁ ἄνθρωπος ὁ Ισραηλίτης ,  (11.)  καὶ ἐπονομάσας ὁ υἱὸς τῆς γυναικὸς τῆς Ισραηλίτιδος τὸ ὄνομα κατηράσατο , καὶ ἤγαγον αὐτὸν πρὸς Μωυσῆν· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαλωμιθ θυγάτηρ Δαβρι ἐκ τῆς φυλῆς Δαν.  καὶ ἀπέθεντο  αὐτὸν εἰς φυλακὴν διακρῖναι αὐτὸν διὰ προστάγματος κυρίου.  καὶ   ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων  ᾿Εξάγαγε τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς , καὶ ἐπιθήσουσιν πάντες οἱ ἀκούσαντες τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ , καὶ λιθοβολήσουσιν αὐτὸν πᾶσα ἡ συναγωγή.  καὶ τοῖς υἱοῖς Ισραηλ λάλησον καὶ ἐρεῖς   πρὸς αὐτούς ῎Ανθρωπος , ὃς ἐὰν καταράσηται θεόν , ἁμαρτίαν λήμψεται·  ὀνομάζων δὲ τὸ ὄνομα κυρίου θανάτῳ θανατούσθω· λίθοις βολείτω αὐτὸν πᾶσα συναγωγὴ Ισραηλ· ἐάν τε προσήλυτος ἐάν τε αὐτόχθων , ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα κυρίου τελευτάτω .   καὶ ἄνθρωπος , ὃς ἂν πατάξῃ ψυχὴν ἀνθρώπου καὶ   ἀποθάνῃ , θανάτῳ θανατούσθω .   καὶ ὃς ἂν πατάξῃ κτῆνος καὶ   ἀποθάνῃ , ἀποτεισάτω ψυχὴν ἀντὶ ψυχῆς . καὶ ἐάν τις δῷ μῶμον   τῷ πλησίον , ὡς ἐποίησεν αὐτῷ , ὡσαύτως ἀντιποιηθήσεται αὐτῷ· σύντριμμα ἀντὶ συντρίμματος , ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ , ὀδόντα   ἀντὶ ὀδόντος· καθότι ἂν δῷ μῶμον τῷ ἀνθρώπῳ , οὕτως δοθήσεται αὐτῷ.  ὃς ἂν πατάξῃ ἄνθρωπον καὶ ἀποθάνῃ , θανάτῳ θανατούσθω·  ικαίωσις μία ἔσται τῷ προσηλύτῳ καὶ τῷ ἐγχωρίῳ ,   ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.  καὶ ἐλάλησεν Μωυσῆς τοῖς   υἱοῖς Ισραηλ καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις· καὶ οἱ υἱοὶ Ισραηλ ἐποίησαν καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ . (1.)   Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῷ ὄρει Σινα λέγων (2.) Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ᾿Εὰν εἰσέλθητε εἰς τὴν γῆν , ἣν ἐγὼ δίδωμι ὑμῖν , καὶ ἀναπαύσεται ἡ γῆ , ἣν ἐγὼ δίδωμι ὑμῖν , σάββατα τῷ κυρίῳ. (3.)  ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου καὶ συνάξεις τὸν καρπὸν αὐτῆς . τῷ δὲ ἔτει τῷ ἑβδόμῳ σάββατα ἀνάπαυσις ἔσται τῇ γῇ ,   σάββατα τῷ κυρίῳ· τὸν ἀγρόν σου οὐ σπερεῖς καὶ τὴν ἄμπελόν σου οὐ τεμεῖς   καὶ τὰ αὐτόματα ἀναβαίνοντα τοῦ ἀγροῦ σου οὐκ  ἐκθερίσεις καὶ τὴν σταφυλὴν τοῦ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις· ἐνιαυτὸς ἀναπαύσεως ἔσται τῇ γῇ.  καὶ ἔσται τὰ σάββατα  τῆς γῆς βρώματά σοι καὶ τῷ παιδί σου καὶ τῇ παιδίσκῃ σου καὶ τῷ μισθωτῷ σου καὶ τῷ παροίκῳ τῷ προσκειμένῳ πρὸς σέ,  καὶ   τοῖς κτήνεσίν σου καὶ τοῖς θηρίοις τοῖς ἐν τῇ γῇ σου ἔσται πᾶν τὸ γένημα αὐτοῦ εἰς βρῶσιν .   Καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις ἐτῶν , ἑπτὰ ἔτη   ἑπτάκις , καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτῶν ἐννέα καὶ τεσσαράκοντα ἔτη .   καὶ διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ   ὑμῶν τῷ μηνὶ τῷ ἑβδόμῳ τῇ δεκάτῃ τοῦ μηνός· τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν  καὶ ἁγιάσετε  τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸν καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν· ἐνιαυτὸς ἀφέσεως σημασία αὕτη ἔσται ὑμῖν , καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ , καὶ ἕκαστος εἰς τὴν πατρίδα αὐτοῦ ἀπελεύσεσθε.   ἀφέσεως  σημασία αὕτη , τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸς ἔσται ὑμῖν· οὐ σπερεῖτε οὐδὲ ἀμήσετε τὰ αὐτόματα ἀναβαίνοντα αὐτῆς καὶ οὐ τρυγήσετε τὰ ἡγιασμένα αὐτῆς ,   ὅτι ἀφέσεως σημασία ἐστίν,  ἅγιον ἔσται ὑμῖν , ἀπὸ τῶν πεδίων φάγεσθε τὰ γενήματα αὐτῆς .   ᾿Εν τῷ ἔτει τῆς ἀφέσεως σημασίᾳ αὐτῆς ἐπανελεύσεται ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ .   ἐὰν δὲ ἀποδῷ πρᾶσιν τῷ πλησίον   σου ἐὰν καὶ κτήσῃ παρὰ τοῦ πλησίον σου , μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον·  κατὰ ἀριθμὸν ἐτῶν μετὰ τὴν σημασίαν κτήσῃ  παρὰ τοῦ πλησίον , κατὰ ἀριθμὸν ἐνιαυτῶν γενημάτων ἀποδώσεταί σοι .   καθότι ἂν πλεῖον τῶν ἐτῶν , πληθύνῃ τὴν ἔγκτησιν αὐτοῦ , καθότι ἂν ἔλαττον τῶν ἐτῶν , ἐλαττονώσῃ τὴν κτῆσιν αὐτοῦ· ὅτι ἀριθμὸν γενημάτων αὐτοῦ οὕτως ἀποδώσεταί σοι . (17.)  μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον καὶ φοβηθήσῃ κύριον τὸν θεόν σου· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν .  (18.)  καὶ ποιήσετε πάντα τὰ δικαιώματά μου καὶ πάσας τὰς κρίσεις μου καὶ φυλάξασθε καὶ ε αὐτὰ καὶ κατοικήσετε ἐπὶ τῆς γῆς πεποιθότες·  (19.)  καὶ δώσει ἡ γῆ τὰ ἐκφόρια αὐτῆς , καὶ φάγεσθε εἰς πλησμονὴν καὶ κατοικήσετε πεποιθότες ἐπ’ αὐτῆς .  (20.)  ἐὰν δὲ λέγητε Τί φαγόμεθα ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τούτῳ , ἐὰν μὴ σπείρωμεν μηδὲ συναγάγωμεν τὰ γενήματα ἡμῶν;  (21.)  καὶ ἀποστελῶ τὴν εὐλογίαν μου ὑμῖν ἐν τῷ ἔτει τῷ ἕκτῳ , καὶ ποιήσει τὰ γενήματα αὐτῆς εἰς τὰ τρία ἔτη .  (22.)  καὶ σπερεῖτε τὸ ἔτος τὸ ὄγδοον καὶ φάγεσθε ἀπὸ τῶν γενημάτων παλαιά· ἕως τοῦ ἔτους τοῦ ἐνάτου , ἕως ἂν ἔλθῃ τὸ γένημα αὐτῆς , φάγεσθε παλαιὰ παλαιῶν .  (23.)  καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν , ἐμὴ γάρ ἐστιν ἡ γῆ , διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου· καὶ κατὰ πᾶσαν γῆν κατασχέσεως ὑμῶν λύτρα δώσετε τῆς γῆς . — ἐὰν δὲ πένηται ὁ ἀδελφός σου ὁ μετὰ σοῦ καὶ ἀποδῶται ἀπὸ   τῆς κατασχέσεως αὐτοῦ καὶ ἔλθῃ ὁ ἀγχιστεύων ἐγγίζων ἔγγιστα αὐτοῦ , καὶ λυτρώσεται τὴν πρᾶσιν τοῦ ἀδελφοῦ αὐτοῦ.  ἐὰν δὲ  μὴ ᾖ τινι ὁ ἀγχιστεύων καὶ εὐπορηθῇ τῇ χειρὶ καὶ εὑρεθῇ αὐτῷ τὸ ἱκανὸν λύτρα αὐτοῦ,  καὶ συλλογιεῖται τὰ ἔτη τῆς πράσεως   αὐτοῦ καὶ ἀποδώσει ὃ ὑπερέχει τῷ ἀνθρώπῳ , ᾧ ἀπέδοτο ἑαυτὸν αὐτῷ , καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ.  ἐὰν δὲ μὴ εὐπορηθῇ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν ὥστε ἀποδοῦναι αὐτῷ , καὶ ἔσται ἡ πρᾶσις τῷ κτησαμένῳ αὐτὰ ἕως τοῦ ἕκτου ἔτους τῆς ἀφέσεως· καὶ ἐξελεύσεται τῇ ἀφέσει , καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ .   ᾿Εὰν δέ τις ἀποδῶται οἰκίαν οἰκητὴν ἐν πόλει τετειχισμένῃ,  καὶ ἔσται ἡ λύτρωσις αὐτῆς , ἕως πληρωθῇ ἐνιαυτὸς ἡμερῶν , ἔσται ἡ λύτρωσις αὐτῆς .   ἐὰν δὲ μὴ λυτρωθῇ , ἕως ἂν πληρωθῇ αὐτῆς  ἐνιαυτὸς ὅλος , κυρωθήσεται ἡ οἰκία ἡ οὖσα ἐν πόλει τῇ ἐχούσῃ τεῖχος βεβαίως τῷ κτησαμένῳ αὐτὴν εἰς τὰς γενεὰς αὐτοῦ καὶ οὐκ ἐξελεύσεται ἐν τῇ ἀφέσει.  αἱ δὲ οἰκίαι αἱ ἐν ἐπαύλεσιν , αἷς οὐκ   ἔστιν ἐν αὐταῖς τεῖχος κύκλῳ , πρὸς τὸν ἀγρὸν τῆς γῆς λογισθήτωσαν· λυτρωταὶ διὰ παντὸς ἔσονται καὶ ἐν τῇ ἀφέσει   καὶ αἱ πόλεις τῶν Λευιτῶν οἰκίαι τῶν πόλεων αὐτῶν κατασχέσεως λυτρωταὶ διὰ παντὸς ἔσονται τοῖς Λευίταις·   καὶ ὃς ἂν   λυτρωσάμενος παρὰ τῶν Λευιτῶν , καὶ ἐξελεύσεται ἡ διάπρασις αὐτῶν οἰκιῶν πόλεως κατασχέσεως αὐτῶν ἐν τῇ ἀφέσει , ὅτι οἰκίαι τῶν πόλεων τῶν Λευιτῶν κατάσχεσις αὐτῶν ἐν μέσῳ υἱῶν Ισραηλ . καὶ οἱ ἀγροὶ οἱ ἀφωρισμένοι ταῖς πόλεσιν αὐτῶν οὐ πραθήσονται , ὅτι κατάσχεσις αἰωνία τοῦτο αὐτῶν ἐστιν .   ᾿Εὰν δὲ πένηται ὁ ἀδελφός σου καὶ ἀδυνατήσῃ ταῖς χερσὶν   παρὰ σοί , ἀντιλήμψῃ αὐτοῦ ὡς προσηλύτου καὶ παροίκου , καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ .   οὐ λήμψῃ παρ’ αὐτοῦ τόκον  οὐδὲ ἐπὶ πλήθει καὶ φοβηθήσῃ τὸν θεόν σου — ἐγὼ κύριος — , καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ . τὸ ἀργύριόν σου οὐ δώσεις αὐτῷ ἐπὶ τόκῳ καὶ ἐπὶ πλεονασμὸν οὐ δώσεις αὐτῷ τὰ βρώματά σου.  ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ν ὑμᾶς ἐκ γῆς  Αἰγύπτου δοῦναι ὑμῖν τὴν γῆν Χανααν ὥστε εἶναι ὑμῶν θεός .   ᾿Εὰν δὲ ταπεινωθῇ ὁ ἀδελφός σου παρὰ σοὶ καὶ πραθῇ σοι ,   οὐ δουλεύσει σοι δουλείαν οἰκέτου·   ὡς μισθωτὸς ἢ πάροικος  ἔσται σοι , ἕως τοῦ ἔτους τῆς ἀφέσεως ἐργᾶται παρὰ σοί.  καὶ   ἐξελεύσεται τῇ ἀφέσει καὶ τὰ τέκνα αὐτοῦ μετ’ αὐτοῦ καὶ ἀπελεύσεται εἰς τὴν γενεὰν αὐτοῦ , εἰς τὴν κατάσχεσιν τὴν πατρικὴν οδραμεῖται ,   διότι οἰκέται μού εἰσιν οὗτοι , οὓς ἐξήγαγον ἐκ γῆς  Αἰγύπτου , οὐ πραθήσεται ἐν πράσει οἰκέτου·   οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ καὶ φοβηθήσῃ κύριον τὸν θεόν σου .   καὶ παῖς   καὶ παιδίσκη , ὅσοι ἂν γένωνταί σοι ἀπὸ τῶν ἐθνῶν , ὅσοι κύκλῳ σού εἰσιν , ἀπ’ αὐτῶν κτήσεσθε δοῦλον καὶ δούλην . καὶ ἀπὸ τῶν  υἱῶν τῶν παροίκων τῶν ὄντων ἐν ὑμῖν , ἀπὸ τούτων κτήσεσθε καὶ ἀπὸ τῶν συγγενῶν αὐτῶν , ὅσοι ἂν γένωνται ἐν τῇ γῇ ὑμῶν· ἔστωσαν ὑμῖν εἰς κατάσχεσιν.  καὶ καταμεριεῖτε αὐτοὺς τοῖς τέκνοις ὑμῶν μεθ’ ὑμᾶς , καὶ ἔσονται ὑμῖν κατόχιμοι εἰς τὸν αἰῶνα· τῶν ἀδελφῶν ὑμῶν τῶν υἱῶν Ισραηλ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ οὐ κατατενεῖ αὐτὸν ἐν τοῖς μόχθοις .   ᾿Εὰν δὲ εὕρῃ ἡ χεὶρ τοῦ προσηλύτου ἢ τοῦ παροίκου τοῦ   παρὰ σοὶ καὶ ἀπορηθεὶς ὁ ἀδελφός σου πραθῇ τῷ προσηλύτῳ ἢ τῷ παροίκῳ τῷ παρὰ σοὶ ἐκ γενετῆς προσηλύτῳ,  μετὰ τὸ πραθῆναι αὐτῷ λύτρωσις ἔσται αὐτῷ· εἷς τῶν ἀδελφῶν αὐτοῦ λυτρώσεται τόν,  ἀδελφὸς πατρὸς αὐτοῦ ἢ υἱὸς ἀδελφοῦ πατρὸς   λυτρώσεται αὐτὸν ἢ ἀπὸ τῶν οἰκείων τῶν σαρκῶν αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ λυτρώσεται αὐτόν· ἐὰν δὲ εὐπορηθεὶς ταῖς χερσὶν λυτρώσηται ἑαυτόν ,   καὶ συλλογιεῖται πρὸς τὸν κεκτημένον αὐτὸν  ἀπὸ τοῦ ἔτους , οὗ ἀπέδοτο ἑαυτὸν αὐτῷ , ἕως τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως , καὶ ἔσται τὸ ἀργύριον τῆς πράσεως αὐτοῦ ὡς μισθίου· ἔτος ἐξ ἔτους ἔσται μετ’ αὐτοῦ.  ἐὰν δέ τινι πλεῖον τῶν ἐτῶν ᾖ ,   πρὸς ταῦτα ἀποδώσει τὰ λύτρα αὐτοῦ ἀπὸ τοῦ ἀργυρίου τῆς πράσεως αὐτοῦ·   ἐὰν δὲ ὀλίγον καταλειφθῇ ἀπὸ τῶν ἐτῶν εἰς τὸν  ἐνιαυτὸν τῆς ἀφέσεως , καὶ συλλογιεῖται αὐτῷ κατὰ τὰ ἔτη αὐτοῦ , καὶ ἀποδώσει τὰ λύτρα αὐτοῦ .   ὡς μισθωτὸς ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἔσται μετ’ αὐτοῦ· οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ ἐνώπιόν σου.  ἐὰν δὲ μὴ λυτρῶται κατὰ ταῦτα , ἐξελεύσεται ἐν τῷ ἔτει τῆς   ἀφέσεως αὐτὸς καὶ τὰ παιδία αὐτοῦ μετ’ αὐτοῦ.  ὅτι ἐμοὶ οἱ υἱοὶ  Ισραηλ οἰκέται , παῖδές μου οὗτοί εἰσιν , οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν . //end of Lev 25//