Eusebius |
Philo |
Variants |
ἐν ᾧ ἐπέγραψεν λόγῳ Περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν |
ΠΕΡΙ ΒΙΟΥ ΘΕΩΡΗΤΙΚΟΥ
Η ΙΚΕΤΩΝ |
|
θεραπευτὰς αὐτοὺς καὶ τὰς σὺν αὐτοῖς γυναῖκας θεραπευτρίδας ἀποκαλεῖσθαί φησιν |
θεραπευταὶ γὰρ καὶ θεραπευτρίδες ἐτύμως καλοῦνται, |
|
τὰς αἰτίας ἐπειπὼν τῆς τοιᾶσδε προσρήσεως, ἤτοι παρὰ τὸ τὰς ψυχὰς τῶν προσιόντων αὐτοῖς
ἰατρῶν δίκην ἀπαλλάττοντας ἀκεῖσθαι καὶ θεραπεύειν, τῶν ἀπὸ κακίας παθῶν ἢ τῆς περὶ τὸ θεῖον καθαρᾶς καὶ εἰλικρινοῦς θεραπείας τε καὶ θρῃσκείας ἕνεκα. |
ἤτοι παρόσον ἰατρικὴν ἐπαγγέλλονται κρείσσονα τῆς
κατὰ πόλεις— ἐκείνη δὲ καὶ ψυχὰς νόσοις κεκρατημένας χαλεπαῖς τε καὶ δυσιάτοις, ἃς ἐγκατέσκηψαν ἡδοναὶ καὶ ἐπιθυμίαι καὶ λῦπαι καὶ φόβοι πλεονεξίαι τε καὶ ἀφροσύναι καὶ ἀδικίαι καὶ τὸ τῶν ἄλλων παθῶν καὶ κακιῶν ἀνήνυτον πλῆθος— ἢ παρόσον ἐκ φύσεως καὶ τῶν ἱερῶν νόμων ἐπαιδεύθησαν θεραπεύειν τὸ ὄν,
ὃ καὶ ἀγαθοῦ κρεῖττόν ἐστι καὶ ἑνὸς εἰλικρινέστερον καὶ μονάδος ἀρχεγονώτερον. |
|
(7.) τὰ παραπλήσια δὲ τούτοις μαρτυρήσας τοῖς δηλουμένοις ὁ Φίλων συλλαβαῖς αὐταῖς ἐπιφέρει λέγων· |
||
«πολλαχοῦ μὲν οὖν τῆς οἰκουμένης ἐστὶν τὸ γένος· ἔδει γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον· πλεονάζει δ’ ἐν Αἰγύπτῳ
καὶ μάλιστα καθ’ ἕκαστον τῶν ἐπικαλουμένων νομῶν περὶ τὴν Ἀλεξάνδρειαν. (8.) οἱ δὲ πανταχόθεν ἄριστοι, καθάπερ εἰς πατρίδα θεραπευτῶν, ἀποικίαν στέλλονται πρός τι χωρίον ἐπιτηδειότατον,
κείμενον ἐπὶ γεωλόφου χθαμαλωτέρου, ὅπερ ἐστὶν ὑπὲρ λίμνης Μαρείας σφόδρα εὐκαίρως ἀσφαλείας τε ἕνεκα καὶ ἀέρος εὐκρασίας.» |
(21.) Πολλαχοῦ μὲν οὖν τῆς οἰκουμένης ἐστὶ τὸ γένος— ἔδει γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον—, πλεονάζει δὲ ἐν Αἰγύπτῳ καθ’ ἕκαστον τῶν ἐπικαλουμένων νόμων καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν. (22.) οἱ δὲ πανταχόθεν ἄριστοι καθάπερ εἰς πατρίδα [θεραπευτῶν] ἀποικίαν στέλλονται πρός τι χωρίον ἐπιτηδειότατον, ὅπερ ἐστὶν
ὑπὲρ λίμνης Μαρείας κείμενον ἐπὶ γεωλόφου χθαμαλωτέρου, σφόδρα εὐκαίρως,
ἀσφαλείας τε ἕνεκα καὶ ἀέρος εὐκρασίας. |
|
εἶθ’ ἑξῆς τὰς οἰκήσεις αὐτῶν ὁποῖαί τινες ἦσαν διαγράψας,
περὶ τῶν κατὰ χώραν ἐκκλησιῶν ταῦτά φησιν· |
||
(9.) «ἐν ἑκάστῃ δὲ οἰκίᾳ ἐστιν οἴκημα ἱερὸν ὃ καλεῖται σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μηδὲν εἰσκομίζοντες, μὴ ποτόν, μὴ σιτίον, μηδέ τι τῶν ἄλλων ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα,
ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν
καὶ ὕμνους καὶ τἄλλα οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦνται» |
(25.) ἐν ἑκάστῃ δέ ἐστιν οἴκημα ἱερόν, ὃ καλεῖται σεμνεῖον καὶ μοναστήριον,
μηδὲν εἰσκομίζοντες, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μὴ ποτόν, μὴ σιτίον, μηδέ τι τῶν ἄλλων ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους καὶ τὰ ἄλλα οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦνται. |
|
καὶ μεθ’ ἕτερά φησιν· | ||
(10.) «τὸ δ’ ἐξ ἑωθινοῦ μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς ἐστιν ἄσκησις.
φιλοσοφοῦσιν ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμμασιν τὴν πάτριον φιλοσοφίαν ἀλληγοροῦντες, ἐπειδὴ σύμβολα τὰ τῆς ῥητῆς ἑρμηνείας νομίζουσιν ἀποκεκρυμμένης φύσεως, ἐν ὑπονοίαις δηλουμένης. ἔστι δ’ αὐτοῖς καὶ συγγράμματα παλαιῶν ἀνδρῶν, (11.) οἳ τῆς αἱρέσεως αὐτῶν ἀρχηγέται γενόμενοι, πολλὰ μνημεῖα τῆς ἐν τοῖς ἀλληγορουμένοις ἰδέας ἀπέλιπον, οἷς καθάπερ τισὶν ἀρχετύποις χρώμενοι μιμοῦνται τῆς προαιρέσεως τὸν τρόπον». |
(28.) τὸ δὲ ἐξ ἑωθινοῦ μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς
φιλοσοφοῦσι ἐστιν ἄσκησις· ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμμασι τὴν πάτριον φιλοσοφίαν ἀλληγοροῦντες, ἐπειδὴ σύμβολα τὰ τῆς ῥητῆς ἑρμηνείας νομίζουσιν ἀποκεκρυμμένης φύσεως ἐν ὑπονοίαις δηλουμένης. (29.) ἔστι δὲ αὐτοῖς καὶ συγγράμματα παλαιῶν ἀνδρῶν, οἳ τῆς αἱρέσεως ἀρχηγέται γενόμενοι πολλὰ μνημεῖα τῆς ἐν τοῖς ἀλληγορουμένοις ἰδέας ἀπέλιπον, οἷς καθάπερ τισὶν ἀρχετύποις χρώμενοι μιμοῦνται τῆς προαιρέσεως τὸν τρόπον· |
|
εἶτα πάλιν ἑξῆς περὶ τοῦ νέους αὐτοὺς ποιεῖσθαι ψαλμοὺς οὕτως γράφει. |
||
«ὥστ’ οὐ θεωροῦσι μόνον, ἀλλὰ καὶ ποιοῦσιν ᾄσματα καὶ ὕμνους εἰς τὸν θεὸν διὰ παντοίων μέτρων καὶ μελῶν ἀριθμοῖς σεμνοτέροις ἀναγκαίως χαράσσοντες». |
ὥστε οὐ θεωροῦσι μόνον, ἀλλὰ καὶ ποιοῦσιν ᾄσματα καὶ ὕμνους εἰς τὸν θεὸν διὰ παντοίων μέτρων καὶ μελῶν, ἃ ῥυθμοῖς σεμνοτέροις ἀναγκαίως χαράττουσι. |
|
γράφει γὰρ ὧδε· |
||
(16.) «ἐγκράτειαν δ’ ὥσπερ τινὰ θεμέλιον προκαταβαλλόμενοι τῇ ψυχῇ, τὰς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς. σιτίον ἢ ποτὸν οὐδεὶς ἂν αὐτῶν προσενέγκαιτο πρὸ ἡλίου δύσεως, ἐπεὶ τὸ μὲν φιλοσοφεῖν ἄξιον φωτὸς κρίνουσιν εἶναι, σκότους δὲ τὰς τοῦ σώματος ἀνάγκας· ὅθεν τῷ μὲν ἡμέραν, ταῖς δὲ νυκτὸς βραχύ τι μέρος ἔνειμαν. (17.) ἔνιοι δὲ καὶ διὰ τριῶν ἡμερῶν ὑπομιμνῄσκονται τροφῆς, οἷς πλείων ὁ πόθος ἐπιστήμης ἐνίδρυται, τινὲς δὲ οὕτως ἐνευφραίνονται καὶ τρυφῶσιν ὑπὸ σοφίας ἑστιώμενοι πλουσίως καὶ ἀφθόνως τὰ δόγματα χορηγούσης, ὡς καὶ πρὸς διπλασίονα χρόνον ἀντέχειν καὶ μόγις δι’ ἓξ ἡμερῶν ἀπογεύεσθαι τροφῆς ἀναγκαίας, ἐθισθέντες». |
(34.) ἐγκράτειαν δὲ ὥσπερ τινὰ θεμέλιον προκαταβαλλόμενοι τῆς ψυχῆς τὰς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς. σιτίον ἢ ποτὸν οὐδεὶς ἂν αὐτῶν προσενέγκαιτο πρὸ ἡλίου δύσεως, ἐπεὶ τὸ μὲν φιλοσοφεῖν ἄξιον
φωτὸς κρίνουσιν εἶναι, σκότους δὲ τὰς τοῦ σώματος ἀνάγκας, ἐνευφραίνονται ἀναγκαίας, |
|
ταύτας τοῦ Φίλωνος σαφεῖς καὶ ἀναντιρρήτους περὶ τῶν καθ’ ἡμᾶς ὑπάρχειν ἡγούμεθα λέξεις. |
||
(19.) φησὶν γὰρ τοῖς περὶ ὧν ὁ λόγος |
||
καὶ γυναῖκας συνεῖναι, τυγχάνουσιν, τὴν ἁγνείαν οὐκ ἀνάγκῃ,καθάπερ ἔνιαι τῶν παρ’ Ἕλλησιν ἱερειῶν, φυλάξασαι μᾶλλον ἢ καθ’ ἑκούσιον γνώμην, διὰ ζῆλον καὶ πόθον σοφίας, ᾗ συμβιοῦν σπουδάσασαι τῶν περὶ τὸ σῶμα ἡδονῶν ἠλόγησαν, οὐ θνητῶν ἐκγόνων,
ἀλλ’ ἀθανάτων ὀρεχθεῖσαι, ἃ μόνη τίκτειν ἀφ’ ἑαυτῆς οἷα τέ ἐστιν ἡ θεοφιλὴς ψυχή. |
συνεστιῶνται δὲ καὶ γυναῖκες, παρθένοι, τὴν ἁγνείαν οὐκ ἀνάγκῃ, ᾗ συμβιοῦν σπουδάσασαι
οὐ θνητῶν ἐκγόνων τῶν περὶ σῶμα ἡδονῶν ἠλόγησαν, ἀλλ’ ἀθανάτων ὀρεχθεῖσαι, ἃ μόνη τίκτειν ἀφ’ ἑαυτῆς οἵα τέ ἐστιν ἡ θεοφιλὴς ψυχή, |
|
(20.) εἶθ’ ὑποκαταβάς,
ἐμφαντικώτερον ἐκτίθεται ταῦτα· |
||
«αἱ δ’ ἐξηγήσεις τῶν ἱερῶν γραμμάτων γίνονται αὐτοῖς δι’ ὑπονοιῶν ἐν ἀλληγορίαις. ἅπασα γὰρ ἡ νομοθεσία δοκεῖ τοῖς ἀνδράσι τούτοις ἐοικέναι ζῴῳ καὶ σῶμα μὲν ἔχειν τὰς ῥητὰς διατάξεις, ψυχὴν δὲ τὸν ἐναποκείμενον ταῖς λέξεσιν ἀόρατον νοῦν, ὃν ἤρξατο διαφερόντως ἡ οἰκία αὕτη θεωρεῖν, ὡς διὰ κατόπτρου τῶν ὀνομάτων ἐξαίσια
κάλλη νοημάτων ἐμφαινόμενα κατιδοῦσα.» |
αἱ δὲ ἐξηγήσεις γίνονται ὥσπερ διὰ κατόπτρου ἐμφαινόμενα κατιδοῦσα
|
|
(22.) ἅπερ ἐπ’ ἀκριβέστερον αὐτὸν ὃν καὶ εἰς δεῦρο τετήρηται παρὰ μόνοις ἡμῖν τρόπον ἐπισημηνάμενος ὁ δηλωθεὶς ἀνὴρ τῇ ἰδίᾳ παρέδωκεν γραφῇ, τὰς τῆς μεγάλης ἑορτῆς παννυχίδας καὶ τὰς ἐν ταύταις ἀσκήσεις τούς τε λέγεσθαι εἰωθότας πρὸς ἡμῶν ὕμνους ἱστορῶν, καὶ ὡς ἑνὸς μετὰ ῥυθμοῦ κοσμίως ἐπιψάλλοντος οἱ λοιποὶ καθ’ ἡσυχίαν ἀκροώμενοι τῶν ὕμνων τὰ ἀκροτελεύτια συνεξηχοῦσιν, ὅπως τε |
(29.) ὥστε οὐ θεωροῦσι μόνον, ἀλλὰ καὶ ποιοῦσιν ᾄσματα καὶ ὕμνους εἰς τὸν θεὸν διὰ παντοίων μέτρων καὶ μελῶν, ἃ ῥυθμοῖς σεμνοτέροις ἀναγκαίως χαράττουσι. ... (31.) καθ’ ἡσυχίαν δὲ οἱ ἄλλοι πάντες ἀκροῶνται, ...
εἰκαιοτέρας ὕλης, ... (73b) οἶνος ἐκείναις ταῖς ἡμέραις οὐκ εἰσκομίζεται, ἀλλὰ διαυγέστατον ὕδωρ, ψυχρὸν μὲν τοῖς πολλοῖς, προσόψημα δὲ ἅλες, ἥδυσμα παραρτύεται |
|
(23.) πρὸς τούτοις γράφει τὸν τῆς προστασίας τρόπον τῶν τὰς ἐκκλησιαστικὰς λειτουργίας ἐγκεχειρισμένων διακονίας τε καὶ τὰς ἐπὶ πᾶσιν ἀνωτάτω τῆς ἐπισκοπῆς προεδρίας. τούτων δ’ ὅτῳ πόθος ἔνεστι τῆς ἀκριβοῦς ἐπιστάσεως, μάθοι ἂν ἐκ τῆς δηλωθείσης τοῦ ἀνδρὸς ἱστορίας· |
||
(24.) ὅτι δὲ τοὺς πρώτους κήρυκας τῆς κατὰ τὸ εὐαγγέλιον διδασκαλίας τά τε ἀρχῆθεν πρὸς τῶν ἀποστόλων ἔθη παραδεδομένα καταλαβὼν ὁ Φίλων ταῦτ’ ἔγραφεν, παντί τῳ δῆλον. |