15. Athanasius Rhet. et Nomograph.,
Novellae constitutiones.
{3332.001} Section 3
title 3 page 130 line 14
DAT.
NON. APRILL. βασιλείας Ἰουστινιανοῦ τὸ ιηʹ μετὰ τὴν ὑπατείαν
Βασιλείου
τὸ δʹ.
3.5 Ὥστε ἄδειαν εἶναι τοῖς βουλομένοις Ἑβραίοις
ἐν ταῖς συναγωγαῖς αὐτῶν διὰ τῆς ἑλληνικῆς φωνῆς ἢ καὶ τῆς ἰταλικῆς ἢ
καὶ διὰ τῆς τῶν ἄλλων γλώττης
συμμεταβαλλομένης τοῖς τόποις ἀναγινώσκειν τὰς ἱερὰς γραφάς, ὥστε νοεῖν
τοὺς συνερχομένους τὴν ἀκρόασιν κατὰ τὴν τῶν οʹ καὶ τὴν Ἀκύλου παράδοσιν·
καὶ ὥστε τὴν παρ’ Ἑβραίοις λεγομένην
δευτέρωσιν, ὡς μὴ ταῖς ἱεραῖς συνανειλημμένην βίβλοις, κωλυθῆναι τελείως· καὶ ὥστε τοὺς μὴ
λέγοντας κρίσιν ἢ ἀνάστασιν παντὸς ἀπελαύνεσθαι τόπου, ἅμα δὲ καὶ τοὺς μὴ ὁμολογοῦντας κτίσμα
θεοῦ εἶναι τοὺς ἀγγέλους.
Ὁ αὐτὸς βασιλεὺς Ἀρεοβίνδᾳ ἐπάρχῳ PRAETORION
Ἐχρῆν μὲν
Ἑβραίους τῶν ἱερῶν βιβλίων ἀκούοντας
Οὐδὲν
πλέον τῆς ἐπιγραφῆς διδάσκει ἡ διάταξις, πλὴν ὅτι τοὺς κωλύοντας
ἀρχιφερεκίτας ἢ πρεσβυτέρους ἑλληνίδι φωνῇ ἢ ταῖς ἄλλαις γλώτταις παρὰ τὴν ἑβραϊκὴν προϊέναι τὴν τῶν γραφῶν
ἀνάγνωσιν σωφρονισμῷ καὶ δημεύσει καὶ ἐξορίᾳ καθυποβάλλει. Τοὺς μέντοι
μὴ λέγοντας κρίσιν ἢ ἀνάστασιν ἢ τοὺς ἀγγέλους κτίσμα θεοῦ
εἶναι, ταῖς πασῶν ἐσχάταις τιμωρίαις ὑποτίθησιν.