Greek Texts of the Longer and Shorter Versions of the Paraleipomena Jeremiou:
electronic editions

Public Domain CATSS edition prepared at the University of Pennsylvania, Center for Computer Analysis of Texts
15 Dec 1987

Filesize uncompressed: about 55 K

Center for Computer Analysis of Texts
Religious Studies / Logan Hall
University of Pennsylvania
Philadelphia PA 19104-6304 USA
kraft@ccat.sas.upenn.edu
   
Freely available for non-commercial use provided that this header is included in its entirety with any copy distributed and that errors/corrections or other problems are reported to the distributor.

The Longer Version is based on  Paraleipomena Jeremiou, by Robert Kraft and Ann Elizabeth Purintun
(Texts and Translations 1: Pseudepigrapha Series 1; Missoula Montana: Scholars Press for the SBL, 1972).

The Shorter Version was prepared by William Newby and edited for electronic publication by Robert Kraft.

Both Versions were included on the "Experimental CD-ROM #1" published by the Packard Humanities Institute in cooperation with CCAT in December 1987.
    
File format is a CATSS adaptation of "TLG Beta Coding" at present, with paragraphs and poetry marked
with the @ sign for indentation levels. Unicode Greek has been appended, from the TLG version.
 
Chapters (div1) are marked by "~x" at left margin.
Verses (div2) are marked by "~x#y#" at left margin.

12 Jun 1994
Robert Kraft 
edit format

[For the Beta Code originals, see the end of this Greek Unicode file of the Longer Version, adapted from TLG]

t.
(1) ΤΑ ΠΑΡΑΛΕΙΠΟΜΕΝΑ ΙΕΡΕΜΙΟΥ ΤΟΥ ΠΡΟΦΗΤΟΥ
1.
(1)  Ἐγένετο, ἡνίκα ᾐχμαλωτεύθησαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τοῦ βασιλέως τῶν Χαλδαίων, ἐλάλησεν ὁ θεὸς πρὸς Ἱερεμίαν λέγων·
  Ἱερεμία, ὁ ἐκλεκτός μου, ἀνάστα, καὶ ἔξελθε ἐκ τῆς πόλεως ταύτης, σὺ καὶ Βαρούχ·
  ἐπειδὴ ἀπολῶ αὐτὴν διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν τῶν κατοικούντων ἐν αὐτῇ.
  (2) Αἱ γὰρ προσευχαὶ ὑμῶν ὡς στῦλος ἑδραῖός ἐστιν ἐν μέσῳ αὐτῆς,
  καὶ ὡς τεῖχος ἀδαμάντινον περικυκλοῦν αὐτήν.
  (3) νῦν οὖν ἀναστάντες ἐξέλθατε
  πρὸ τοῦ ἡ δύναμις τῶν Χαλδαίων κυκλώσει αὐτήν.
(4) Καὶ ἀπεκρίθη Ἱερεμίας, λέγων·
  Παρακαλῶ σε, κύριε, ἐπίτρεψόν μοι τῷ δούλῳ σου λαλῆσαι ἐνώτιόν σου.
(5) Εἶπεν δὲ αὐτῷ ὁ κύριος·
  Λάλει, ὁ ἐκλεκτός μου Ἱερεμίας.
(6) Καὶ ἐλάλησεν Ἱερεμίας, λέγων·
  Κύριε παντοκράτωρ, παραδίδως τὴν πόλιν τὴν ἐκλεκτὴν εἰς χεῖρας Χαλδαίων,
  ἵνα καυχήσηται ὁ βασιλεὺς μετὰ τοῦ πλήθους τοῦ λαοῦ καὶ εἴπῃ ὅτι,
     Ἴσχυσα ἐπὶ τὴν ἱερὰν πόλιν τοῦ θεοῦ;
  (7) Μὴ, κύριέ μου· ἀλλ’ εἰ θέλημά σού ἐστιν, ἐκ τῶν χειρῶν σου ἀφανισθήτω.
(8) Καὶ εἶπε κύριος τῷ Ἱερεμίᾳ·
  Ἐπειδὴ σὺ ἐκλεκτός μου εἶ, ἀνάστα καὶ ἔξελθε ἐκ τῆς πόλεως ταύτης, σὺ καὶ Βαρούχ·
  ἐπειδὴ ἀπολῶ αὐτὴν διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν τῶν κατοικούντων ἐν αὐτῇ.
  (9) Οὔτε γὰρ ὁ βασιλεὺς, οὔτε ἡ δύναμις αὐτοῦ, δυνήσεται εἰσελθεῖν εἰς αὐτὴν,
  εἰ μὴ ἐγὼ πρῶτος ἀνοίξω τὰς πύλας αὐτῆς.
  (10) Ἀνάστηθι οὖν, καὶ ἄπελθε πρὸς Βαροὺχ, καὶ ἀπάγγειλον αὐτῷ τὰ ῥήματα ταῦτα.
  (11) Καὶ ἀναστάντες ἕκτην ὥραν τῆς νυκτὸς, ἔλθετε ἐπὶ τὰ τείχη τῆς πόλεως,
  καὶ δείξω ὑμῖν ὅτι ἐὰν μή τι ἐγὼ πρῶτος ἀφανίσω τὴν πόλιν, οὐ δύνανται εἰσελθεῖν εἰς αὐτήν.
(12) Ταῦτα εἰπὼν ὁ κύριος, ἀπῆλθεν ἀπὸ τοῦ Ἱερεμίου.
2.
(1)     Δράμων δὲ Ἱερεμίας ἀνήγγειλε ταῦτα τῷ Βαροὺχ, καὶ
      ἔλθοντες
εἰς τὸν ναὸν τοῦ θεοῦ διέρρηξεν ὁ Ἱερεμίας τὰ ἱμάτια αὐτοῦ
  καὶ ἐπέθηκεν χοῦν ἐπὶ
(2) τὴν κεφαλὴν αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ.
  Ἰδὼν δὲ αὐτὸν ὁ Βαροὺχ
χοῦν πεπασμένον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὰ ἱμάτια αὐτοῦ
  διερρωγότα, ἔκραξε
φωνῇ μεγάλῃ, λέγων·
  Πάτερ Ἱερεμία, τί ἐστι σοι, ἢ ποῖον ἁμάρτημα ἐποίησεν ὁ
    λαός;
(3) (Ἐπειδὴ ὅταν ἡμάρτανεν ὁ λαὸς, χοῦν ἔπασσεν ἐπὶ τὴν κεφαλὴν  
  αὐτοῦ ὁ Ἱερεμίας,
καὶ ηὔχετο ὑπὲρ τοῦ λαοῦ, ἕως ἂν ἀφεθῇ αὐτῷ ἡ ἁμαρτία)
(4) Ἠρώτησε δὲ αὐτὸν ὁ Βαροὺχ, λέγων·
  Πάτερ, τί ἔστι τοῦτο;
(5) Εἶπε δὲ αὐτῷ Ἱερεμίας·
  Φύλαξαι τοῦ σχίσαι τὰ ἱμάτιά σου,  
    ἀλλὰ μᾶλλον σχίσωμεν τὰς καρδίας ἡμῶν·
Καὶ μὴ ἀντλήσωμεν ὕδωρ ἐπὶ τὰς ποτίστρας,
    ἀλλὰ κλαύσωμεν καὶ γεμίσωμεν αὐτὰς δακρύων· 
  ὅτι οὐ μὴ ἐλεήσῃ κύριος τὸν λαὸν τοῦτον.
(6) Καὶ εἶπε Βαρούχ·
  Πάτερ Ἱερεμία, τί γέγονε;
(7) Καὶ εἶπεν Ἱερεμίας ὅτι,
  Ὁ θεὸς παραδίδωσι τὴν πόλιν εἰς χεῖρας τοῦ βασιλέως τῶν
    Χαλδαίων,
  τοῦ αἰχμαλωτεῦσαι τὸν λαὸν εἰς Βαβυλῶνα.
(8) Ἀκούσας δὲ ταῦτα Βαροὺχ, διέρρηξε καὶ αὐτὸς τὰ ἱμάτια αὐτοῦ,  
  καὶ εἶπε·
  Πάτερ Ἱερεμία, τίς σοι ἐδήλωσε τοῦτο;
(9) Καὶ εἶπεν αὐτῷ Ἱερεμίας·
  Ἔκδεξαι μικρὸν μετ’ ἐμοῦ ἕως ὥρας ἕκτης τῆς νυκτὸς,
  ἵνα γνῷς ὅτι ἀληθές ἐστι τὸ ῥῆμα τοῦτο.
(10) Ἔμειναν οὖν ἀμφότεροι ἐν τῷ θυσιαστηρίῳ κλαίοντες, καὶ ἦσαν
διερρωγότα τὰ ἱμάτια αὐτῶν. 
3.
(1)     Ὡς δὲ ἐγένετο ἡ ὥρα τῆς νυκτὸς, καθὼς εἶπεν ὁ κύριος
      τῷ Ἱερεμίᾳ,
ἦλθον ὁμοῦ ἐπὶ τὰ τείχη τῆς πόλεως Ἱερεμίας καὶ Βαρούχ.
(2) Καὶ ἰδοὺ ἐγένετο φωνὴ σαλπίγγων, καὶ ἐξῆλθον ἄγγελοι ἐκ
τοῦ οὐρανοῦ, κατέχοντες λαμπάδας ἐν ταῖς χερσὶν αὐτῶν, καὶ
  ἔστησαν ἐπὶ τὰ τείχη
(3) τῆς πόλεως. Ἰδόντες δὲ αὐτοὺς Ἱερεμίας καὶ Βαροὺχ, ἔκλαυσαν,
  λέγοντες·
  Νῦν ἐγνώκαμεν ὅτι ἀληθές ἐστι τὸ ῥῆμα.
(4) Παρεκάλεσε δὲ Ἱερεμίας τοὺς ἀγγέλους, λέγων·
  Παρακαλῶ ὑμᾶς μὴ ἀπολέσθαι τὴν πόλιν ἄρτι, ἕως ἂν λαλήσω
    πρὸς κύριον ῥῆμα.
(5) Ἐλάλησεν δὲ κύριος τοῖς ἀγγέλοις, λέγων·
  Μὴ ἀπολέσητε τὴν πόλιν ἕως ἂν λαλήσω πρὸς τὸν ἐκλεκτόν μου
    Ἱερεμίαν.
(6) Τότε Ἱερεμίας ἐλάλησεν, λέγων·
  Δέομαι, κύριε, κέλευσόν με λαλῆσαι ἐνώπιόν σου.
(7) Καὶ εἶπε κύριος·
  Λάλει, ὁ ἐκλεκτός μου Ἱερεμίας.
(8) Καὶ εἶπεν Ἱερεμίας·
  Ἰδοὺ νῦν, κύριε, ἐγνώκαμεν ὅτι παραδίδως τὴν πόλιν εἰς
  χεῖρας τῶν ἐχθρῶν αὐτῆς, καὶ ἀπαροῦσι τὸν λαὸν εἰς
    Βαβυλῶνα.
(9)   Τί θέλεις ποιήσω τὰ ἅγια σκεύη τῆς λειτουργίας;
(10) Καὶ εἶπεν αὐτῷ ὁ κύριος·
  Ἆρον αὐτὰ, καὶ παράδος αὐτὰ τῇ γῇ λέγων·
    Ἄκουε, γῆ, τῆς φωνῆς τοῦ κτίσαντός σε,
      ὁ πλάσας σε ἐν τῇ περιουσίᾳ τῶν ὑδάτων,
      ὁ σφραγίσας σε ἐν ἑπτὰ σφραγῖσιν ἐν ἑπτὰ καιροῖς,
      καὶ μετὰ ταῦτα λήψῃ τὴν ὡραιότητά σου·
(11)     Φύλαξον τὰ σκεύη τῆς λειτουργίας ἕως τῆς συνελεύσεως
      τοῦ ἠγαπημένου. 
(12) Ἐλάλησε δὲ Ἱερεμίας λέγων·
  Παρακαλῶ σε, κύριε, δεῖξόν μοι τὶ ποιήσω Ἀβιμέλεχ τῷ
  Αἰθίοπι, ὅτι πολλὰς εὐεργεσίας ἐποίησε τῷ δούλῳ σου
    ἱερεμίᾳ.
(13)   Ὅτι αὐτὸς ἀνέσπασέ με ἐκ τοῦ λάκκου τοῦ βορβόρου· καὶ
    οὐ θέλω αὐτὸν ἵνα
  ἴδῃ τὸν ἀφανισμὸν τῆς πόλεως ταύτης καὶ τὴν ἐρήμωσιν,
    ἀλλ’ ἵνα
  ἐλεήσῃς αὐτὸν καὶ μὴ λυπηθῇ.
(14) Καὶ εἶπε κύριος τῷ Ἱερεμίᾳ·
  Ἀπόστειλον αὐτὸν εἰς τὸν ἀμπελῶνα τοῦ Ἀγρίππα, καὶ ἐν
    τῇ σκιᾷ τοῦ ὅρους ἐγὼ
  σκεπάσω αὐτὸν, ἕως οὗ ἐπιστρέψω τὸν λαὸν εἰς τὴν πόλιν.
(15)   Σὺ δὲ Ἱερεμίας, ἄπελθε μετὰ τοῦ λαοῦ σου εἰς Βαβυλῶνα,
    καὶ μεῖνον μετ’
  αὐτῶν εὐαγγελιζόμενος αὐτοῖς ἕως οὗ ἐπιστρέψω αὐτοὺς εἰς
    τὴν πόλιν.
(16)   Κατάλειψον δὲ τὸν Βαροὺχ ὧδε, ἕως οὗ λαλήσω αὐτῷ.
(17) Ταῦτα εἰπὼν ὁ κύριος, ἀνέβη ἀπὸ Ἱερεμίου εἰς τὸν οὐρανόν.
(18)     Ἱερεμίας δὲ καὶ Βαροὺχ εἰσῆλθον εἰς τὸ ἁγιαστήριον,
      καὶ ἐπάραντες τὰ
σκεύη τῆς λειτουργίας παρέδωκαν αὐτὰ τῇ γῇ, καθὼς
(19) ἐλάλησεν αὐτοῖς ὁ κύριος. Καὶ εὐθέως κατέπιεν αὐτὰ ἡ γῆ.
(20) Ἐκάθισαν δὲ οἱ δύο, καὶ ἔκλαυσαν.  
(21)     Πρωΐας δὲ γενομένης, ἀπέστειλεν Ἱερεμίας τὸν Ἀβιμέλεχ,
      λέγων·
  Ἆρον τὸν κόφινον, καὶ ἄπελθε εἰς τὸ χωρίον τοῦ Ἀγρίππα
    διὰ τῆς ὁδοῦ τοῦ ὅρους,
  καὶ ἐνεγκὼν ὀλίγα σῦκα, δίδου τοῖς νοσοῦσι τοῦ λαοῦ· ὅτι
  ἐπὶ σὲ ἡ εὐφρασία τοῦ κυρίου, καὶ ἐπὶ τὴν κεφαλήν σου
    ἡ δόξα.
(22) Καὶ ταῦτα εἰπὼν Ἱερεμίας ἀπέλυσεν αὐτόν· Ἀβιμέλεχ δὲ
ἐπορεύθη καθὰ εἶπεν αὐτῷ. 
4.
(1)     Πρωΐας δὲ γενομένης, ἰδοὺ ἡ δύναμις τῶν Χαλδαίων
      ἐκύκλωσε
(2) τὴν πόλιν. Ἐσάλπισεν δὲ ὁ μέγας ἄγγελος, λέγων·
  Εἰσέλθατε εἰς τὴν πόλιν ἡ δύναμις τῶν Χαλδαίων· ἰδοὺ γὰρ
(3)   ἠνεῴχθη ὑμῖν ἡ πύλη. Εἰσελθέτω οὖν ὁ βασιλεὺς μετὰ
τοῦ πλήθους αὐτοῦ, καὶ αἰχμαλωτευσάτω πάντα τὸν λαόν.
(4) Ἱερεμίας δὲ ἄρας τὰς κλεῖδας τοῦ ναοῦ, ἐξῆλθεν ἔξω τῆς
    πόλεως,
καὶ ἔρριψεν αὐτὰς ἐνώπιον τοῦ ἡλίου, λέγων·
  Σοὶ λέγω, ἥλιε, λάβε τὰς κλεῖδας τοῦ ναοῦ τοῦ θεοῦ,
    καὶ φύλαξον 
  αὐτὰς ἕως ἡμέρας, ἐν ᾗ ἐξετάσει σε κύριος περὶ αὐτῶν.
(5)   Διότι ἡμεῖς οὐχ εὑρέθημεν ἄξιοι τοῦ φυλάξαι αὐτὰς,
  ὅτι ἐπίτροποι τοῦ ψεύδους ἐγενήθημεν.
(6) Ἔτι κλαίοντος Ἱερεμίου τὸν λαὸν, ἐξένεγκαν αὐτὸν
μετὰ τοῦ λαοῦ εἵλκοντες εἰς Βαβυλῶνα.
(7)     ὁ δὲ Βαροὺχ ἐπέθηκε χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ,
      καὶ ἐκάθισε, καὶ ἔκλαυσε
τὸν θρῆνον τοῦτον, λέγων·
  Διὰ τί ἠρημώθη Ἱερουσαλήμ; Διὰ τὰς ἁμαρτίας του ἠγαπημένου
  λαοῦ παρεδόθη εἰς χεῖρας ἐχθρῶν, διὰ
(8) τὰς ἁμαρτίας ἡμῶν καὶ τοῦ λαοῦ. Ἀλλὰ μὴ καυχάσθωσαν οἱ  
  παράνομοι, καὶ
  εἴπωσιν ὅτι,
    Ἰσχύσαμεν λαβεῖν τὴν πόλιν τοῦ θεοῦ ἐν τῇ δυνάμει
      ἡμῶν·
(9)   ἀλλὰ διὰ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη ὑμῖν. Ὁ δὲ θεὸς
    ἡμῶν οἰκτειρήσει
  ἡμᾶς, καὶ ἐπιστρέψει ἡμᾶς εἰς τὴν πόλιν ἡμῶν· ὑμεῖς δὲ
    ζωὴν οὐχ ἕξετε.
(10)   Μακάριοί εἰσιν οἱ πατέρες ἡμῶν, Ἀβραὰμ, Ἰσαὰκ καὶ
    Ἰακὼβ, ὅτι ἐξῆλθον
  ἐκ τοῦ κόσμου τούτου, καὶ οὐκ εἶδον τὸν ἀφανισμὸν τῆς
    πόλεως ταύτης.
(11) Ταῦτα εἰπὼν Βαροὺχ ἐξῆλθεν ἔξω τῆς πόλεως κλαίων καὶ λέγων
    ὅτι
    Λυπούμενος διὰ σὲ, Ἱερουσαλὴμ, ἐξῆλθον ἀπὸ σοῦ.
(12) Καὶ ἔμεινεν ἐν μνημείῳ καθεζόμενος, τῶν ἀγγέλων ἐρχομένων
    πρὸς αὐτὸν, καὶ
ἐκδιηγουμένων αὐτῷ περὶ πάντων ὧν ὁ κύριος ἐμήνυεν αὐτῷ
    δι’ αὐτῶν. 
5.
(1)       Ὁ δὲ Ἀβιμέλεχ ἤνεγκε τὰ σῦκα τῷ καύματι, καὶ καταλαβὼν
(2) δένδρον, ἐκάθισεν ὑπὸ τὴν σκιὰν αὐτοῦ τοῦ ἀναπαῆναι ὀλίγον.
  Καὶ κλίνας τὴν κεφαλὴν αὐτοῦ
ἐπὶ τὸν κόφινον τῶν σύκων ὕπνωσεν κοιμώμενος ἔτη ἑξηκονταέξ·
  καὶ
(3) οὐκ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ. Καὶ μετὰ ταῦτα ἐγερθεὶς ἀπὸ
τοῦ ὕπνου αὐτοῦ, εἶπεν ὅτι,  
  Ἡδέως ἐκοιμήθην ὀλίγον, ἀλλὰ βεβαρημένη ἐστὶν ἡ κεφαλή μου,
  ὅτι οὐκ ἐκορέσθην τοῦ ὕπνου μου.
(4) Εἶτα ἀνακαλύψας τὸν κόφινον τῶν σύκων, εὗρεν αὐτὰ στάζοντα
  γάλα.
(5) Καὶ εἶπεν·
  Ἤθελον κοιμηθῆναι ἔτι ὀλίγον, ὅτι βεβαρημένη ἐστὶν ἡ
    κεφαλή μου·
  ἀλλὰ φοβοῦμαι, μήπως κοιμηθῶ καὶ βραδυνῶ τοῦ ἐξυπνισθῆναι,
καὶ ὀλιγωρήσῃ Ἱερεμίας ὁ πατήρ μου· εἰ μὴ γὰρ 
  ἐσπούδαζεν, οὐκ ἂν ἀπέστειλέ με ὄρθρου σήμερον.
(6)   Ἀναστὰς οὖν πορεύσομαι τῷ καύματι· οὐ γὰρ
  καῦμα οὐ κόπος ἐστὶ καθ’ ἡμέραν;
(7) Ἐγερθεὶς οὖν ἦρε τὸν κόφινον τῶν σύκων, καὶ ἐπέθηκεν ἐπὶ τῶν
  ὤμων αὐτοῦ·
καὶ εἰσῆλθεν εἰς Ἱερουσαλὴμ, καὶ οὐκ ἐπέγνω αὐτὴν, οὔτε τὴν
οἰκίαν οὔτε τὸν τόπον ἑαυτοῦ, οὔτε τὸ γένος ἑαυτοῦ οὔτε
(8) τινα τῶν γνωρίμων εὗρεν. Καὶ εἶπεν·
  Εὐλογητὸς κύριος, ὅτι μεγάλη ἔκστασις ἐπέπεσεν ἐπ’ ἐμὲ
    σήμερον.
(9)   Οὐκ ἔστιν αὕτη ἡ πόλις Ἱερουσαλήμ· πεπλάνημαι τὴν ὁδόν,
  ὅτι διὰ τῆς ὁδοῦ τοῦ ὅρους ἦλθον, ἐγερθεὶς ἀπὸ
  τοῦ ὕπνου μου· καὶ βαρείας οὔσης τῆς κεφαλῆς μου διὰ τὸ μὴ
    κορεσθῆναί με
(10)   τοῦ ὕπνου πεπλάνημαι τὴν ὁδόν. Θαυμαστὸν εἰπεῖν τοῦτο
    ἀναντίον
  Ἱερεμίου, ὅτι πεπλάνημαι τὴν ὁδόν.
(11) Ἐξῆλθε δὲ ἀπὸ τῆς πόλεως· καὶ κατανοήσας εἶδε τὰ σημεῖα
τῆς πόλεως, καὶ εἶπεν·
  Αὕτη μὲν ἔστιν ἡ πόλις, πεπλάνημαι δὲ τὴν ὁδόν.
(12) Καὶ πάλιν ὑπέστρεψεν εἰς τὴν πόλιν, καὶ ἐζήτησε, καὶ οὐδένα
  εὗρε
τῶν ἰδίων, καὶ εἶπεν·
  Εὐλογητὸς κύριος, ὅτι μεγάλη ἔκστασις ἐπέπεσεν ἐπ’ ἐμέ.
(13) Καὶ πάλιν ἐξῆλθεν ἔξω τῆς πόλεως, καὶ ἔμεινε λυπούμενος,
μὴ εἰδὼς ποῦ ἀπέλθῃ. 
(14)     Καὶ ἀπέθηκε τὸν κόφινον, λέγων·
  Καθέζομαι ὧδε ἕως ὁ κύριος ἄρῃ τὴν ἔκστασιν ταύτην ἀπ’ ἐμοῦ.
(15) Καθημένου δὲ αὐτοῦ, εἶδέ τινα γηραιὸν ἐρχόμενον ἐξ ἀγροῦ, καὶ
λέγει αὐτῷ Ἀβιμέλεχ·
  Σοὶ λέγω, πρεσβῦτα, ποία ἐστὶν ἡ πόλις αὕτη;
(16) Καὶ εἶπεν αὐτῷ·
  Ἱερουσαλήμ ἐστι.
(17) Καὶ λέγει αὐτῷ Ἀβιμέλεχ·
  Ποῦ ἔστιν ὁ Ἱερεμίας ὁ ἱερεὺς, καὶ Βαροὺχ ὁ ἀναγνώστης,
    καὶ πᾶς
  ὁ λαὸς τῆς πόλεως ταύτης, ὅτι οὐχ εὗρον αὐτούς;
(18) Καὶ εἶπεν αὐτῷ ὁ πρεσβύτης·
  Οὐκ εἶ σὺ ἐκ τῆς πόλεως ταύτης, σήμερον μνησθεὶς τοῦ
    Ἱερεμίου,
  ὅτι ἐπερωτᾷς περὶ αὐτοῦ μετὰ τοσοῦτον χρόνον;
(19)   Ἱερεμίας γὰρ ἐν Βαβυλῶνί ἐστι μετὰ τοῦ λαοῦ·
  ᾐχμαλωτεύθησαν γὰρ ὑπὸ Ναβουχοδονόσορ τοῦ βασιλέως, καὶ
    μετ’ αὐτῶν ἐστιν
  Ἱερεμίας εὐαγγελίσασθαι αὐτοῖς καὶ κατηχῆσαι αὐτοὺς
    τὸν λόγον.
(20) Εὐθὺς δὲ ἀκούσας Ἀβιμέλεχ παρὰ τοῦ γηραιοῦ ἀνθρώπου, εἶπεν·
  Εἰ μὴ ἦς πρεσβύτης, καὶ ὅτι
  οὐκ ἐξὸν ἀνθρώπῳ ὑβρίσαι τὸν μείζονα αὐτοῦ,
  ἐπικατεγέλων ἄν σοι καὶ ἔλεγον ὅτι μαίνῃ·
  ὅτι εἶπας, Ἠιχμαλωτεύθη ὁ λαὸς εἰς 
(21)   Βαβυλῶνα. Εἰ ἦσαν οἱ καταρράκται τοῦ οὐρανοῦ κατελθόντες
    ἐπ’ αὐτούς,
  οὔπω ἐστὶ καιρὸς ἀπελθεῖν εἰς Βαβυλῶνα.
(22)   Πόση γὰρ ὥρα ἐστὶν, ἀφ’ οὗ ἀπέστειλέ με ὁ πατήρ μου
    Ἱερεμίας εἰς
  τὸ χωρίον τοῦ Ἀγρίππα ἐνέγκαι ὀλίγα σῦκα, ἵνα δίδωμεν
(23)   τοῖς νοσοῦσι τοῦ λαοῦ; Καὶ ἀπελθὼν ἤνεγκον αὐτὰ, καὶ
  ἐλθὼν ἐπί τι δένδρον τῷ καύματι, ἐκάθισα τοῦ ἀναπαῆναι
  ὀλίγον, καὶ ἔκλινα τὴν κεφαλήν μου ἐπὶ τὸν κόφινον, καὶ
    ἐκοιμήθην.
(24)   Καὶ ἐξυπνισθεὶς ἀπεκάλυψα τὸν κόφινον τῶν σύκων, νομίζων
    ὅτι
  ἐβράδυνα, καὶ εὗρον τὰ σῦκα στάζοντα γάλα, καθὼς
(25)   συνέλεξα αὐτά. Σὺ δὲ λέγεις, ὅτι ᾐχμαλωτεύθη ὁ λαὸς
(26)   εἰς Βαβυλῶνα. Ἵνα δὲ γνῷς, λάβε, ἴδε τὰ σῦκα. 
(27) Καὶ ἀνεκάλυψε τὸν κόφινον τῶν σύκων τῷ γέροντι, καὶ εἶδεν
  αὐτὰ
(28) στάζοντα γάλα. Ἰδὼν δὲ αὐτὰ ὁ γηραιὸς ἄνθρωπος, εἶπεν·
  Ὦ υἱέ μου, δίκαιος ἄνθρωπος εἶ σὺ, καὶ οὐκ ἠθέλησεν
    ὁ θεὸς
  Ἡ ἰδεῖν σε τὴν ἐρήμωσιν τῆς πόλεως· ἤνεγκε γὰρ ταύτην
    τὴν ἔκστασιν ἐπὶ 
(29)   σέ. Ἰδοὺ γὰρ ἑξήκοντα καὶ ἓξ ἔτη σήμερόν εἰσιν ἀφ’ οὗ  
    ᾐχμαλωτεύθη ὁ λαὸς
(30)   εἰς Βαβυλῶνα. Καὶ ἵνα μάθῃς, τέκνον,
  ὅτι ἀληθές ἐστιν ἅπερ λέγω σοι ἀνάβλεψον εἰς τὸν ἀγρὸν
    καὶ ἴδε,
(31)   ὅτι οὐκ ἐστι ἐφάνη ἡ αὔξησις τῶν γενημάτων. Ἴδε καὶ
  τὰ σῦκα, ὅτι καιρὸς αὐτῶν οὐκ ἔστι, καὶ γνῶθι.
(32) Τότε ἔκραξε μεγάλῃ φωνῇ Ἀβιμέλεχ, λέγων·
  Εὐλογήσω σε, ὁ θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἡ ἀνάπαυσις
    τῶν ψυχῶν
  τῶν δικαίων ἐν παντὶ τόπῳ.
(33) Εἶτα λέγει τῷ γηραιῷ ἀνθρώπῳ·
  Ποῖός ἐστιν ὁ μὴν οὗτος;
(34) Ὁ δὲ εἶπε·
  Νισσάν, ὁ ἐστιν Ἀβιβ.  
(35) Καὶ ἐπάρας ἐκ τῶν σύκων, ἔδωκε τῷ γηραιῷ ἀνθρώπῳ, καὶ λέγει
  αὐτῷ·
  Ὁ θεὸς φωταγωγήσει σε εἰς τὴν ἄνω πόλιν Ἱερουσαλήμ.
6.
(1)     Μετὰ ταῦτα ἐξῆλθεν Ἀβιμέλεχ ἔξω τῆς πόλεως, καὶ
      προσηύξατο πρὸς κύριον.
(2) Καὶ ἰδοὺ ἄγγελος κυρίου ἦλθε, καὶ κράτησας αὐτοῦ τῆς δεξίας
  χειρὸς
ἀπεκατέστησεν αὐτὸν εἰς τὸν τόπον ὅπου ἦν Βαροὺχ καθεζόμενος·
  εὗρε δὲ αὐτὸν ἐν
(3) μνημείῳ. Καὶ ἐν τῷ θεωρῆσαι ἀλλήλους, ἔκλαυσαν ἀμφότεροι καὶ
  κατεφίλησαν ἀλλήλους.
(4) Ἀναβλέψας δὲ Βαροὺχ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε τὰ σῦκα
(5) ἐσκεπασμένα ἐν τῷ κοφίνῳ τοῦ Ἀβιμέλεχ. Καὶ ἄρας τοὺς
  ὀφθαλμοὺς αὐτοῦ εἰς
τὸν οὐρανὸν, προσηύξατο λέγων· 
(6)   Σὺ ὁ θεὸς ὁ παρέχων μισθαποδοσίαν τοῖς ἀγάπωσί σε.
    Ἑτοίμασον
  σεαυτὴν, ἡ καρδία μου, καὶ εὐφραίνου, καὶ ἀγάλλου ἐν τῷ
  σκηνώματί σου λέγων τῷ σαρκικῷ οἴκῳ σου τὸ πένθος σου  
  μετεστράφη εἶς χαράν· ἔρχεται γὰρ ὁ ἱκανὸς, καὶ ἀρεῖ
  σε ἐν τῷ σκηνώματί σου, οὐ γὰρ γέγονέ σοι ἁμαρτία.
(7)   Ἀνάψυξον ἐν τῷ σκηνώματί σου ἐν τῇ παρθενικῇ σου πίστει  
    καὶ πίστευσον
(8)   ὅτι ζήσεις. Ἐπίβλεψον ἐπὶ τὸν κόφινον τοῦτον τῶν σύκων·
    ἰδοὺ γὰρ
  ἑξηκονταὲξ ἔτη ἐποίησαν, καὶ οὐκ ἐμαράνθησαν, οὐδὲ ὤζεσαν,
(9)   ἀλλὰ στάζουσι τοῦ γάλακτος. Οὕτως γίνεταί σοι ἡ σάρξ μου,
  ἐὰν ποιήσῃς τὰ προσταχθέντα σου ὑπὸ τοῦ ἀγγέλου τῆς
    δικαιοσύνης.
(10)   Ὁ φυλάξας τὸν κόφινον τῶν σύκων, αὐτὸς πάλιν
  φυλάξει σε ἐν τῇ δυνάμει αὐτοῦ.
(11)     Ταῦτα εἰπὼν ὁ Βαροὺχ, λέγει τῷ Ἀβιμέλεχ·
  Ἀνάστηθι, καὶ εὐξώμεθα, ἵνα γνωρίσῃ ἡμῖν ὁ κύριος
  πῶς δυνησώμεθα ἀποστεῖλαι τὴν φάσιν τῷ Ἱερεμίᾳ εἰς
    Βαβυλῶνα
  διὰ τὴν σκέπην τὴν γενομένην σοι ἐν τῇ ὁδῷ. 
(12) Καὶ ηὔξατο Βαροὺχ, λέγων·
  Ἡ δύναμις ἡμῶν, ὁ θεὸς κύριε, τὸ ἐκλεκτὸν φῶς, τὸ ἐξελθὸν
(13)   ἐκ στόματός σου. Παρακαλοῦμεν καὶ δεόμεθά σου τῆς
    ἀγαθότητος,
  τὸ μέγα ὄνομα, ὃ οὐδεὶς δύναται γνῶναι, ἄκουσον τῆς φωνῆς
(14)   τῶν δούλων σου, καὶ γενοῦ γνῶσις ἐν τῇ καρδίᾳ ἡμῶν. Τί
  ποιήσωμεν, καὶ πῶς ἀποστείλωμεν πρὸς Ἱερεμίαν εἶς
  Βαβυλῶνα τὴν φάσιν ταύτην;
(15) Ἔτι δὲ προσευχομένου τοῦ Βαροὺχ, ἰδοὺ ἄγγελος κυρίου
ἦλθε, καὶ λέγει τῷ Βαροὺχ ἁπάντας τοὺς λόγους τούτους·
  Ὁ σύμβουλος τοῦ φωτὸς, μὴ μεριμνήσῃς τὸ πῶς ἀποστείλῃς  
  πρὸς Ἱερεμίαν· ἔρχεται γὰρ πρός σε ὤρᾳ τοῦ φωτὸς αὔριον
    ἀετὸς,
  καὶ σὺ ἐπισκέψῃ πρὸς Ἱερεμίαν.
(16)   Γράψον οὖν ἐν τῇ ἐπιστολῇ ὅτι,
    Λάλησον τοῖς υἱοῖς Ἰσραήλ· Ὁ γενόμενος
    ἐν ὑμῖν ξένος, ἀφορισθήτω, καὶ ποιήσωσι ιεʹ ἡμέρας·
    καὶ μετὰ ταῦτα εἰσάξω ὑμᾶς εἰς
(17)     τὴν πόλιν ὑμῶν, λέγει κύριος. Ὁ μὴ ἀφοριζόμενος ἐκ
    τῆς Βαβυλῶνος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν· καὶ
    ἐπιτιμῶ αὐτοῖς, τοῦ μὴ ἀποδεχθῆναι αὐτοὺς
    αὖθις ὑπὸ τῶν Βαβυλωνιτῶν, λέγει κύριος. 
(18/19) Καὶ ταῦτα εἰπὼν ὁ ἄγγελος, ἀπῆλθεν ἀπὸ τοῦ Βαρούχ. Ὁ δὲ
  Βαροὺχ
ἀπέστειλεν εἰς τὴν ἀγορὰν τῶν ἐθνῶν καὶ ἤνεγκε χάρτην καὶ
  μέλανα, καὶ ἔγραψεν
ἐπιστολὴν περιέχουσαν οὕτως· 
  Βαροὺχ ὁ δοῦλος τοῦ θεοῦ γράφει τῷ Ἱερεμίᾳ ἐν τῇ
    αἰχμαλωσίᾳ
  τῆς Βαβυλῶνος·
(20)   Χαῖρε καὶ ἀγαλλιῶ, ὅτι ὁ θεὸς οὐκ ἀφῆκεν ἡμᾶς ἐξελθεῖν ἐκ
  τοῦ σώματος τούτου λυπουμένους διὰ τὴν πόλιν τὴν ἐρημωθεῖ-
    σαν καὶ ὑβρισθεῖσαν.
(21)   Διὰ τοῦτο ἐσπλαγχνίσθη ὁ κύριος ἐπὶ τῶν δακρύων ἡμῶν,
    καὶ ἐμνήσθη
  τῆς διαθήκης, ἧς ἔστησε μετὰ τῶν πατέρων ἡμῶν Ἀβραὰμ,
    Ἰσαὰκ,
(22)   καὶ Ἰακώβ. Καὶ ἀπέστειλε πρός με τὸν ἄγγελον αὐτοῦ, καὶ
    εἶπέ μοι τοὺς λόγους
(23)   τούτους, οὓς ἀπέστειλα πρός σε. Οὕτοι οὖν εἰσὶν οἱ
    λόγοι, οὓς
  εἶπε κύριος ὁ θεὸς Ἰσραὴλ, ὁ ἐξαγαγὼν ἡμᾶς ἐκ γῆς
    Αἰγύπτου, ἐκ τῆς
  μεγάλης καμίνου· 
    Ὅτι οὐκ ἐφυλάξατε τὰ δικαιώματά μου, ἀλλὰ
    ὑψώθη ἡ καρδία ὑμῶν, καὶ ἐτραχηλιάσατε ἐνώπιόν μου,
      ἐν ὀργῇ καὶ
(24)     θυμῷ παρέδωκα ὑμᾶς τῇ καμίνῳ εἰς Βαβυλῶνα. Ἐὰν
    οὖν ἀκούσητε τῆς φωνῆς μου, λέγει κύριος, ἐκ
    στόματος Ἱερεμίου τοῦ παιδός μου, ὁ ἀκούων, ἀναφέρω
      αὐτὸν
    ἐκ τῆς Βαβυλῶνας· ὁ δὲ μὴ ἀκούων,
    ξένος γενήσεται τῆς Ἱερουσαλὴμ καὶ τῆς Βαβυλῶνος.
(25)     Δοκιμάσεις δὲ αὐτοὺς ἐκ τοῦ ὕδατος τοῦ Ἰορδάνου·
    ὁ μὴ ἀκούων φανερὸς γενήσεται· τοῦτο τὸ σημεῖόν ἐστι
      τῆς
    μεγάλης σφραγῖδος. 
7.
(1)     Καὶ ἀνέστη Βαροὺχ, καὶ ἐξῆλθεν ἐκ τοῦ μνημείου καὶ
      εὗρεν τὸν ἀετὸν
(2) καθεζόμενον ἐκτὸς τοῦ μνημείου. Καὶ ἀποκριθεὶς ἀνθρωπίνῃ  
  φωνῇ εἶπεν αὐτῷ ὁ ἀετός·
  Χαῖρε, Βαροὺχ, ὁ οἰκονόμος τῆς πίστεως.
(3) Καὶ εἶπεν αὐτῷ Βαροὺχ ὅτι,
  Ἐκλεκτὸς εἶ σὺ ὁ λαλῶν ἐκ πάντων τῶν πετεινῶν τοῦ
    οὐρανοῦ,
  ἐκ τῆς γὰρ αὐγῆς τῶν ὀφθαλμῶν σου δῆλόν ἐστι· δεῖξόν
    μοι οὖν, τί ποιεῖς
   ἐνταῦθα;
(4) Καὶ εἶπεν αὐτῷ ὁ ἀετός·
  Ἀπεστάλην ὧδε, ὅπως πᾶσαν φάσιν ἣν θέλεις, ἀποστείλῃς
    δι’ ἐμοῦ. 
(5) Καὶ εἶπεν αὐτῷ Βαρούχ·
  Εἰ δύνασαι σὺ ἐπᾶραι τὴν φάσιν ταύτην τῷ Ἱερεμίᾳ εἰς
    Βαβυλῶνα;
(6) Καὶ εἶπεν αὐτῷ ὁ ἀετός·
  Εἰς τοῦτο γὰρ καὶ ἀπεστάλην.
(7) Καὶ ἄρας Βαροὺχ τὴν ἐπιστολὴν, καὶ δεκαπέντε σῦκα ἐκ τοῦ
  κοφίνου τοῦ Ἀβιμέλεχ,
ἔδησεν αὐτὰ εἰς τὸν τράχηλον τοῦ ἀετοῦ, καὶ εἶπεν αὐτῷ·
  Σοὶ λέγω, βασιλεῦ τῶν πετεινῶν, ἄπελθε ἐν εἰρήνῃ μεθ’
    ὑγείας, καὶ
(8)   τὴν φάσιν ἔνεγκόν μοι. Μὴ ὁμοιωθῇς τῷ κόρακι, ὃν
    ἐξαπέστειλε Νῶε
  καὶ οὐκ ἀπεστράφη ἔτι πρὸς αὐτὸν εἰς τὴν κιβωτόν· ἀλλὰ
  ὁμοιώθητι τῇ περιστερᾷ, ἥτις ἐκ τρίτου φάσιν ἤνεγκε
(9)   τῷ δικαίῳ. Οὕτως καὶ σὺ, ἆρον τὴν καλὴν φάσιν ταύτην
    τῳ Ἱερεμίᾳ
  καὶ τοῖς σὺν αὐτῷ δεσμίοις ἵνα εὖ σοι γένηται,
  ἆρον τὸν χάρτην τοῦτον τῷ λαῷ καὶ τῷ ἐκλεκτῷ τοῦ θεοῦ.
(10)   Ἐὰν κυκλώσωσί σε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ
    βούλωνται πολεμῆσαι
(11)   μετὰ σοῦ, ἀγώνισαι· ὁ κύριος δώῃ δύναμιν. Καὶ μὴ
  ἐκκλίνῃς εἰς τὰ δεξιὰ, μήτε εἰς τὰ ἀριστερὰ, ἀλλ’
  ὡς βέλος ὕπαγον ὀρθῶς, ἄπελθε ἐν τῇ δυνάμει τοῦ θεοῦ, καὶ
    ἔσται ἡ δόξα  
  κυρίου μετὰ σοῦ ἐν πάσῃ τῇ ὁδῷ ᾗ πορεύσῃ.
(12) Τότε ὁ ἀετὸς ἐπετάσθη, ἔχων τὴν ἐπιστολὴν ἐν τῷ τραχήλῳ
  αὐτοῦ, καὶ ἀπῆλθεν
εἰς Βαβυλῶνα καὶ ἔλθων ἀνεπαύσατο ἐπί τι ξύλον ἔξω τῆς
  πόλεως εἰς
(13) τόπον ἔρημον. Ἐσιώπησε δὲ ἕως οὗ διῆλθεν Ἱερεμίας, αὐτὸς
  γὰρ καὶ
ἄλλοι τινὲς τοῦ λαοῦ ἐξήρχοντο θάψαι νεκρὸν ἔξω τῆς πόλεως.  
(14) Ἠιτήσατο γὰρ Ἱερεμίας παρὰ τοῦ βασιλέως Ναβουχοδονόσορ,
  λέγων·
  Δός μοι τόπον ποῦ θάψω τοὺς νεκροὺς τοῦ λαοῦ μου·
καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς.
(15)     Ἀπερχομένων δὲ αὐτῶν καὶ κλαιόντων μετὰ τοῦ νεκροῦ,
      ἦλθον
(16) κατέναντι τοῦ ἀετοῦ. Καὶ ἔκραξεν ὁ ἀετὸς, μεγάλῃ φωνῇ λέγων·  
  Σοὶ λέγω, Ἱερεμία ὁ ἐκλεκτὸς τοῦ θεοῦ, ἄπελθε, σύναξον
  τὸν λαὸν καὶ ἔλθε ἐνταῦθα ἵνα ἀκούσωσι
  ἐπιστολῆς ἣς ἤνεγκά σοι ἀπὸ τοῦ Βαροὺχ καὶ τοῦ Ἀβιμέλεχ. 
(17) Ἀκούσας δὲ ὁ Ἱερεμίας, ἐδόξασε τὸν θεόν· καὶ ἀπελθὼν
συνῆξε τὸν λαὸν σὺν γυναιξὶ καὶ τέκνοις,
(18) καὶ ἦλθεν ὅπου ἦν ὁ ἀετός. Καὶ κατῆλθεν ὁ ἀετὸς ἐπὶ
(19) τὸν τεθνηκότα, καὶ ἀνέζησε. Γέγονε δὲ τοῦτο, ἵνα
(20) πιστεύσωσιν. Ἐθαύμασε δὲ πᾶς ὁ λαὸς ἐπὶ τῷ
γεγονότι, λέγοντες ὅτι,
  Μὴ οὗτος ὁ θεὸς ὁ ὀφθεὶς τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ
  διὰ Μωϋσέως, καὶ νῦν ἐφάνη ἡμῖν διὰ τοῦ ἀετοῦ τούτου;
(21) Καὶ εἶπεν ὁ ἀετός·
  Σοι λέγω Ἱερεμία, δεῦρο λῦσον τὴν ἐπιστολὴν ταύτην, καὶ
    ἀνάγνωθι αὐτὴν
  τῷ λαῷ·
λύσας οὖν τὴν ἐπιστολὴν, ἀνέγνω αὐτὴν τῷ λαῷ. 
(22) Καὶ ἀκούσας ὁ λαὸς ἔκλαυσαν καὶ ἐπέθηκαν χοῦν ἐπὶ τὰς κεφαλὰς
  αὐτῶν,
καὶ ἔλεγον τῷ Ἱερεμίᾳ·
  Σῶσον ἡμᾶς καὶ ἀπάγγειλον ἡμῖν τί ποιήσωμεν ἵνα εἰσέλθωμεν
    πάλιν
  εἰς τὴν πόλιν ἡμῶν.
(23) Ἀποκριθεὶς δὲ Ἱερεμίας εἶπεν αὐτοῖς·
  Πάντα ὅσα ἐκ τῆς ἐπιστολῆς ἠκούσατε, φυλάξατε καὶ εἰσάξει
    ἡμᾶς κύριος
  εἰς τὴν πόλιν ἡμῶν. 
(24) Ἔγραψε δὲ καὶ ἐπιστολὴν ὁ Ἱερεμίας τῷ Βαροὺχ λέγων οὕτως·
  Υἱέ μου ἀγαπητέ, μὴ ἀμελήσῃς ἐν ταῖς προσευχαῖς σου
    δεόμενος τοῦ θεοῦ
  ὑπὲρ ἡμῶν ὅπως κατευοδόσῃ τὴν ὁδὸν ἡμῶν ἄχρις ἂν ἐξέλθωμεν
    ἐκ τῶν
(25)   προσταγμάτων τοῦ ἀνόμου βασιλέως τούτου. Δίκαιος γὰρ
    εὑρέθης
  ἐνάντιον τοῦ θεοῦ, καὶ οὐκ ἔασέν σε εἰσελθεῖν ἐνταῦθα
    ὅπως μὴ ἴδῃς τὴν κάκωσιν
  τὴν γενομένην τῷ λαῷ ὑπὸ τῶν Βαβυλωνίων.
(26)   Ὥσπερ γὰρ πατὴρ, υἱὸν μονογενῆ ἔχων, τούτου δὲ παραδοθέν-
    τος
  εἰς τιμωρίαν· οἱ ἰδόντες τὸν πατέρα αὐτοῦ καὶ
    παραμυθούμεν